# Interpretatio in xiv epistulas sancti Pauli 82.257

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.257

ηʹ. «Ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε.» Οὐδενός ἐστε ἐνδεεῖς, πάντων ἀφθόνως ἀπηλαύσατε ἀγαθῶν. «Χωρὶς ἡμῶν ἐβασιλεύσατε.» Ἡμῶν ἔτι ταλαιπωρουμένων, καὶ τῶν ὑπὲρ τοῦ κηρύγματος παθημάτων ἀνεχομένων, ὑμεῖς ἀπηλαύσατε τῆς βασιλείας. Καὶ ἐπειδὴ εἰρωνικῶς ταῦτα τέθεικε, γυμνοῖ ἣν ἔχει διάθεσιν. «Καὶ ὄφελόν γε ἐβασιλεύσατε.» Οὐ μόνον γὰρ ὑμῖν οὐ φθονῶ, ἀλλὰ καὶ εὔχομαι τούτων ὑμᾶς ἀπολαῦσαι τῶν ἀγαθῶν. Εἶτα τίθησι τῆς ταπεινοφροσύνης τὴν ἀμετρίαν. «Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.» Καίτοι τοῦτο ἐπὶ τοῦ Δεσπότου Χριστοῦ τίθησιν ἀεὶ, «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν, ὡς ἐκείνου μὲν ἀληθῶς βασιλεύοντος, τῶν δὲ γνησίων αὐτοῦ δούλων κοινωνούντων τῆς βασιλείας· ἀλλ' ὅμως μετριάζων καὶ ἐνταῦθα τοῦτο τέθεικε, τὴν ἐκείνων καταστέλλων ὀφρύν. θʹ. «Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους.» Εἰ γὰρ ἀληθὲς τὸ μηδενὸς ὑμᾶς δεῖσθαι, καὶ τῆς βασιλείας ἐν ἀπολαύσει γενέσθαι, ἡμεῖς, ὡς ἔοικεν, εἰς τὸ σφαγῆναι μόνον εἰς τὸν βίον παρήχθημεν· τοῦτο γὰρ λέγει ἐπιθανατίους. «Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις.» Πᾶσιν εἰς θεωρίαν πρόκειται τὰ ἡμέτερα. Ἄγγελοι μὲν γὰρ τὴν ἡμετέραν ἀνδρίαν θαυμάζουσι· τῶν δὲ ἀνθρώπων, οἱ μὲν ἐφήδονται τοῖς ἡμετέροις παθήμασιν, οἱ δὲ συναλγοῦσι μὲν, ἐπαμῦναι δὲ οὐκ ἰσχύουσιν. ιʹ. «Ἡμεῖς μωροὶ διὰ Χριστόν.» Τὴν γὰρ παρὰ τοῖς ἀπίστοις ὑπειλημμένην μωρίαν κηρύττομεν. «Ὑμεῖς δὲ φρόνιμοι.» Καὶ ἵνα μὴ σφόδρα πλήξῃ, ἐπήγαγεν· «Ἐν Χριστῷ·» ἀντὶ τοῦ, Γένοιτο ὑμᾶς τὴν ἀληθῆ φρόνησιν ἔχειν. «Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.» Εἶτα κατ' εἶδος ἀπαριθμεῖται τὰ παθήματα. ιαʹ, ιβʹ. «Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν. Καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί.» Διὰ δὲ τούτων ἁπάντων τὴν καρτερίαν ἐγύμνωσε· διὰ δὲ τῶν ἑξῆς τὴν τελειοτέραν φιλοσοφίαν. «Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, (ιγʹ.) βλασφημούμενοι παρακαλοῦμεν.» Ἔπειτα δείκνυσι τὴν ἐσχάτην εὐτέλειαν. «Ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.» Οὐδὲν, φησὶ, διαφέρομεν τῶν ἐν ταῖς οἰκίαις ὡς περιττῶν ἀποῤῥιπτουμένων, ἢ λαχάνων, ἢ λημμάτων, ἢ ἄλλων τοιούτων τινῶν· οὕτως εὐτελεῖς τινες τοῖς πλείοσιν ὑπειλήμμεθα. «Πάντων περίψημα ἕως ἄρτι.» Ἀντὶ τοῦ, Χάριν πολλὴν ὁμολογῶ. Τοῦτο οὐ περὶ τῶν διωκόντων ἔφη, ἀλλὰ περὶ τῶν δεξαμένων τὸ κήρυγμα. Οὗ δὴ ἕνεκα ἐπήγαγεν· ιδʹ. «Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα· ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.» Ἐπιδείκνυσι δὲ καὶ τὰς γονάς.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
