Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.260
Not analysed yet
ιεʹ. «Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Παιδαγωγοὺς τοὺς ἄλλους ἐκάλεσε διδασκάλους, ἑαυτὸν δὲ πατέρα, ὡς πρῶτον αὐτοῖς τὴν εὐαγγελικὴν διδασκαλίαν προσενεγκόντα. ιϛʹ. «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, μιμηταί μου γίνεσθε.» Τουτέστιν, ὡς μετριάζω, μετριάζετε· ἃ πάσχω, πάσχετε· ἀπὸ τῶν παθημάτων, μὴ ἀπὸ τῶν χαρισμάτων σεμνύνεσθε. ιζʹ. «Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω.» Καὶ τὴν περὶ αὐτοὺς διάθεσιν ἔδειξε τὸν Τιμόθεον πέμψας, καὶ τὴν περὶ τὸν Τιμόθεον φιλοστοργίαν, τέκνον ἀγαπητὸν ὀνομάσας· καὶ τὴν ἄλλην αὐτοῦ δεδήλωκεν ἀρετὴν, πιστὸν ἐν Κυρίῳ καλέσας. Οὗτος, φησὶ, τὰς ἐμὰς διηγήσεται πράξεις· Ὁδοὺς γὰρ τὰς πράξεις καλεῖ. Ταύτας δὲ οὐκ εἶπεν ὅτι διδάξει, ἀλλ' ὅτι ἀναμνήσει. Λήθην δὲ αὐτῶν ὁ λόγος κατηγορεῖ. Αὐτόπται γὰρ ἐγεγόνεισαν τῆς ἀποστολικῆς ἀρετῆς. Προστέθεικε δὲ, ὅτι καὶ ταῖς Ἐκκλησίαις ἁπάσαις τήνδε προσφέρειν εἴωθε τὴν διδασκαλίαν. Ταῦτα κοινῇ πάντων κατηγορήσας, κατὰ τοῦ πεπορνευκότος λοιπὸν ἐκφέρει τὴν ψῆφον. ιηʹ. «Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες.» Προειδὼς αὐτοῦ τὴν μεταμέλειαν ὁ θεσπέσιος Παῦλος, οὐ τίθησι τὴν προσηγορίαν, ἵνα μὴ πᾶσιν ἀνθρώποις κατάδηλος γένηται· ἀλλ' ἀορίστως ἔφη, Τινές. ιθʹ. «Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.» Οὐ γὰρ εὐγλωττίαν, ἀλλὰ πρᾶξιν ἐπιζητῶ. Εἶτα τοῦτο κρατύνει. κʹ. «Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει.» Οὐκ ἀπόχρη γὰρ εἰς σωτηρίαν τὸ τοῦ Θεοῦ τὴν βασιλείαν κηρύττειν, ἀλλὰ προσήκει καὶ ἄξια πράττειν τῆς βασιλείας. καʹ. «Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος;» Ὑπὸ τὴν αἵρεσιν αὐτῶν ἀμφότερα τέθεικεν. Ἀφίξομαι γὰρ, φησὶν, ὡς ἂν ὑμεῖς ἐθελήσητε, εἴτε πνευματικῶς, εἴτε δικαστικῶς. Ῥάβδον δὲ καλεῖ τὴν παιδευτικὴν ἐνέργειαν. Διὰ ταύτης γὰρ ἐστέρησε τὸν Ἐλύμαν τοῦ φωτός. ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ. «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία.» Ἀποχρώντως ἐνέφηνε τὴν τῆς ἀτοπίας ὑπερβολήν. Οὔτε γὰρ ἀκούεσθαι τοῦτο, φησὶν, ἔδει. Δείκνυσι δὲ καὶ τῆς παρανομίας τὸ μέγεθος. «Καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» Ἃ γὰρ οὐ