# Interpretatio in xiv epistulas sancti Pauli 82.261

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.261

τολμῶσιν οἱ ταῖς τῶν δαιμόνων διδασκαλίαις ἐσχολακότες, τοῦτο τετόλμηται παρ' ὑμῖν. «Ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.» Ἄξιον κἀνταῦθα τὴν ἀποστολικὴν θαυμάσαι σοφίαν. Οὐ γὰρ εἶπε μητρυιὰν, ἐπειδήπερ τινὰ δυσμένειαν ἐμφαίνει τὸ ὄνομα· ἀλλὰ τοῦ πατρὸς γυναῖκα, τουτέστι τὴν ἐν τάξει μητρὸς οὖσαν, τὴν ἀντὶ τῆς μητρὸς αὐτοῦ τῷ πατρὶ συναφθεῖσαν, τὴν τοῦτο τῷ γεννήτορι γενομένην, ὅπερ ἦν ἡ τεκοῦσα. Εἶτα τοῦτον καταλιπὼν, κατὰ τῆς τούτου συμμορίας τὴν κατηγορίαν εἰσφέρει. βʹ. «Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ.» Μέγα γὰρ ἐφρόνουν, ὡς πεπαιδευμένον διδάσκαλον ἔχοντες. «Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας;» Οὐκ ἐναντία νομοθετεῖ. Οὐ γὰρ εἶπε, Τί δήποτε οὐκ ἐξηλάσατε; ἀπηγόρευσε γὰρ ἄνω τὸ κρίνειν τοῖς διδασκάλοις· ἀλλὰ, Τίνος χάριν οὐκ ἐθρηνήσατε, τὸν Θεὸν ἱκετεύοντες ὥστε τῆς τούτου λώβης ἀπαλλαγῆναι; γʹ. «Ἐγὼ μὲν ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών.» Μηδεὶς ὑμῶν ἕτερόν τι βούλεται· ἐκφέρω γὰρ παραυτίκα τὴν ψῆφον. «Τὸν οὕτως τοῦτο κατεργασάμενον.» Πάλιν ἔδειξε τὴν τῆς παρανομίας ὑπερβολήν. δʹ, εʹ. «Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Φρίκης μεστὸν συνεκρότησε δικαστήριον. Πρῶτον γὰρ ἅπαντας ἐν τῷ ὀνόματι τοῦ Κυρίου συνήγαγεν. Εἶτα καὶ ἑαυτὸν εἰσήγαγε διὰ τῆς τοῦ Πνεύματος χάριτος. Καὶ αὐτὸν δὲ τὸν Δεσπότην προκαθήμενον ἔδειξε, καὶ τὴν ψῆφον ἐκφέροντα, καὶ τῷ δημίῳ παραδιδόντα, καὶ ὅρους τιθέντα, ὥστε μόνον παιδεῦσαι τὸ σῶμα· τῇ γὰρ ψυχῇ τὸ ἐκ τῆς παιδείας κατασκευάζει φάρμακον ἀλεξίκακον. Πνεῦμα δὲ ἐνταῦθα οὐ τὴν ψυχὴν καλεῖ, ἀλλὰ τὸ χάρισμα, Ταῦτα γὰρ, φησὶ, πάντα ποιῶ, ἵνα τοῦτο ἐν αὐτῷ φυλαχθῇ ἕως τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας. Διδασκόμεθα δὲ ἐντεῦθεν, ὡς τοῖς ἀφοριζομένοις, καὶ τοῦ ἐκκλησιαστικοῦ σώματος χωριζομένοις, ἔπεισιν ὁ διάβολος ἐρήμους εὑρίσκων τῆς χάριτος. Οὕτως αὐτὸν ἐκταμὼν, τοῦ γεγενημένου τὴν αἰτίαν διδάσκει. ϛʹ, ζʹ. «Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Ζύμην παλαιὰν τὴν πρὸ τοῦ βαπτίσματος καλεῖ· ἧς κεχωρίσθαι παρεγγυᾷ, καὶ εἶναι ἀζύμους, οὐδὲν ἐκείνης λείψανον ἔχοντας. Καὶ ἐπειδὴ ἀζύμων ἐμνημόνευσεν, ἐν δὲ τῷ Πάσχα τοὺς ἀζύμους ἤσθιον Ἰουδαῖοι, ἀκολούθως ἐπήγαγε· «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.» Ἔχομεν καὶ ἡμεῖς ἀμνὸν τὴν ὑπὲρ ἡμῶν ἱερουργίαν καταδεξάμενον.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
