# Interpretatio in xiv epistulas sancti Pauli 82.264

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.264

ηʹ. «Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.» Ὑπέμεινε τῇ μεταφορᾷ, καὶ ἔδειξε τί μὲν ζύμην, τί δὲ ἄζυμον κέκληκεν. θʹ. «Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ, μὴ συναναμίγνυσθαι πόρνοις.» Οὐκ ἐν ἄλλῃ, ἀλλ' ἐν ταύτῃ. Πρὸ βραχέων γὰρ ἔφη· «Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;» Εἶτα διδάσκει περὶ ὧν ἔγραψε. ιʹ. «Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.» Οὐδὲν ὑμῖν νομοθετῶ δυσχερές· οὐδὲ γὰρ τῶν ἀλλοτρίων ὑμᾶς τῆς πίστεως παντελῶς χωρισθῆναι κελεύω· τοῦτο γάρ ἐστιν εἰς ἕτερον ὑμᾶς τινα κόσμον ἐκπέμψαι. ιαʹ. «Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι.» Ἀντὶ τοῦ, Κατὰ ταύτην ἔγραψα ὑμῖν τὴν διάνοιαν, «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Εἰ δὲ κοινῆς τροφῆς τοῖς τοιούτοις οὐ δεῖ κοινωνεῖν, ἤπου γε μυστικῆς τε καὶ θείας. ιβʹ. «Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν;» Ἐκείνων ἐξουσίαν οὐκ ἔχω. «Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; (ιγʹ.) Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ.» Ἐκείνους ὑπὸ τὴν κρίσιν καταλείπομεν τοῦ Θεοῦ· τούτους δὲ καὶ ἡμεῖς προσετάχθημεν κρίνειν. «Καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν.» Μωσαϊκὴν τέθεικε μαρτυρίαν, θείῳ νόμῳ βεβαιώσας τὸν λόγον. Ἐπειδὴ δὲ τοῖς πόρνοις καὶ τὸν πλεονέκτην ἀνέμιξεν, ἀναγκαίως καὶ τὴν περὶ τούτου διδασκαλίαν ἐντίθησι. ΚΕΦΑΛΑΙΟΝ ϛʹ. αʹ. «Τολμᾷ τις ἐξ ὑμῶν πρὸς τὸν ἕτερον πρᾶγμα ἔχων κρίνεσθαι ἐπὶ ἀδίκων, καὶ οὐχὶ ἐπὶ ἁγίων;» Οἱ τῆς θείας σοφίας ἠξιωμένοι, πρὸς ἀλλήλους ἀμφισβητοῦντες, κέχρησθε κριταῖς τοῖς τὴν ἄνοιαν τῆς ἀσεβείας περικειμένοις. βʹ. «Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι;» Τὸ, κρινοῦσι, ἀντὶ τοῦ, κατακρινοῦσι, τέθεικε· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;» Οὕτως ἄνδρες Νινευῖται, καὶ βασίλισσα νότου κατακρινεῖ τὴν γενεὰν ἐκείνην· οὕτως οἱ δώδεκα ἀπόστολοι κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, τουτέστι κατακρινοῦσι. Κατακρινοῦσι δὲ, ὡς ἐξ αὐτῶν ὄντες, καὶ τῷ Κυρίῳ πιστεύοντες, καὶ μυρία θανάτων εἴδη ὑπομεμενηκότες, καὶ τὴν εἰς αὐτὸν οὐκ ἀρνησάμενοι πίστιν. Οὕτω πάλιν οἱ ἐκ τῶν ἐθνῶν πεπιστευκότες τοὺς μὴ πιστεύσαντας κατακρινοῦσιν εἰς τὸ σωτήριον κήρυγμα. γʹ. «Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μή τί

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
