# Interpretatio in xiv epistulas sancti Pauli 82.265

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.265

γε βιωτικά,» Πάλιν τὸ κρινοῦμεν ἀντὶ τοῦ κατακρινοῦμεν τέθεικεν. Ἀγγέλους δὲ λέγει τοὺς δαίμονας, τοῦτο γὰρ ἦσαν πάλαι. Κατακρινοῦσι δὲ αὐτοὺς οἱ ἅγιοι, ὅτι σῶμα περικείμενοι τῆς θείας θεραπείας ἐφρόντισαν, ἐκείνων ἐν ἀσωμάτῳ φύσει τὴν πονηρίαν ἀσπασαμένων. δʹ. «Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ Ἐκκλησίᾳ τούτους καθίζετε.» Ὁ πάντων, φησὶν, εὐτελέστατος, καὶ τῆς Ἐκκλησίας ἐλάχιστος, κρείττων ἐστὶ τῶν παρ' ἐκείνοις νομιζομένων ἐπιστημόνων. Οὐ γὰρ τοὺς εὐτελεστάτους τῆς Ἐκκλησίας κρίνειν κελεύει. Καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς. εʹ, ϛʹ. «Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ. Ἀλλ' ἀδελφὸς μετ' ἀδελφοῦ κρίνεται, καὶ ταῦτα ἐπὶ ἀπίστων;» Πολλὰ τὰ ἄτοπα ἔδειξε. Πρῶτον μὲν τὸ πιστὸν ὄντα δικάζεσθαι· τοῦτον γὰρ λέγει ἀδελφόν. Εἶτα τῷ ὁμοπίστῳ. Πάντων δὲ χαλεπώτατον, τὸ καὶ ἀπίστῳ κεχρῆσθαι κριτῇ. Εἰδέναι μέντοι χρὴ, ὡς οὐκ ἐναντία ταῦτα τοῖς πρὸς Ῥωμαίους γραφεῖσιν. Οὐ γὰρ ἀντιτείνειν κελεύει τοῖς ἄρχουσιν, ἀλλὰ τοῖς ἠδικημένοις νομοθετεῖ μὴ κεχρῆσθαι τοῖς ἄρχουσι. Τὸ γὰρ αἱρεῖσθαι, ἢ ἀδικεῖσθαι, ἢ παρὰ τοῖς ὁμοπίστοις δοκιμάζεσθαι, τῆς αὐτῶν ἐξηρτᾶτο γνώμης. Εἶτα τὴν τελεωτέραν εἰσφέρει νομοθεσίαν. ζʹ. «Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν.» Νεμεσητὸν γὰρ καὶ αὐτὸ τὸ δικάζεσθαι. «Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;» Ταῦτα τῆς τελειότητος. Ἀλλὰ δείκνυσιν αὐτοὺς οὐ μόνον ταῦτα οὐ μετιόντας, ἀλλὰ καὶ τούτων ἐναντία ἐκ διαμέτρου ποιοῦντας. ηʹ. «Ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε.» Εἶτα τελευταῖον τὸ μέγιστον ἔγκλημα. «Καὶ ταῦτα ἀδελφούς.» Χαλεπὸν μὲν γὰρ καὶ τὸ τὸν ἀλλότριον ἀδικεῖν, πολλῷ δὲ πλέον τὸ τὸν οἰκεῖον. θʹ. «Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν;» Εἶτα κατ' εἶδος καὶ τὰς ἄλλας παρανομίας διέξεισι. «Μὴ πλανᾶσθε.» Τινὰς αἰνίττεται λέγοντας ὅτι φιλάνθρωπος ὢν ὁ Θεὸς οὐ κολάζει. Διὰ τοῦτο ἐπάγει· «Οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, (ιʹ) οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Καὶ τὰ ἐλάττονα δὲ τοῖς μείζοσι συνέταξεν ἁμαρτήμασιν, ἐπειδὴ οὐ περὶ τιμωρίας, ἀλλὰ περὶ βασιλείας ὁ λόγος. Ἵνα δὲ μὴ τῶν πρὸ τοῦ παναγίου βαπτίσματος μνημονεύοντες ἁμαρτημάτων ἀπαγορεύσωσι τὴν σωτηρίαν, ἀναγκαίως ἐπήγαγεν·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
