Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.268
Not analysed yet
ιαʹ. «Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Σαφῶς ἔδειξε τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν ἰσότητα· συνέταξε καὶ τοῦ Θεοῦ καὶ τοῦ Πατρὸς τὴν μνήμην. Τῇ γὰρ ἐπικλήσει τῆς ἁγίας Τριάδος ἁγιάζεται τῶν ὑδάτων ἡ φύσις, καὶ χορηγεῖται τῶν ἁμαρτημάτων ἡ ἄφεσις. Εἶτα πάλιν τὸν περὶ τῆς πορνείας ἀνέλαβε λόγον, καί φησι· ιβʹ. «Πάντα μοι ἔξεστιν; Κατ' ἐρώτησιν ἀναγνωστέον· εἶτα κατὰ ἀπόκρισιν, «Ἀλλ' οὐ πάντα συμφέρει.» Οὕτω δὲ καὶ τὸ ἑξῆς, «Πάντα μοι ἔξεστιν; Ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.» Τοῦτο λέγεις, ὅτι οὐχ ὑπὸ τῷ νόμῳ πολιτεύῃ, καὶ ὅτι αὐτεξούσιος εἶ, καὶ αὐθαίρετον ἔχεις τὴν γνώμην· ἀλλ' οὐ λυσιτελεῖ σοι πανταχοῦ τῇ ἐξουσίᾳ κεχρῆσθαι. Ὅταν γάρ τι τῶν ἀτόπων ἐπιτελέσῃς, ἀποβάλλῃ τὴν ἐξουσίαν, καὶ δοῦλος γίνῃ τῆς ἁμαρτίας. ιγʹ. «Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.» Ἐν τούτοις εἰ θέλεις χρήσασθαι τῇ ἐξουσίᾳ, χρῆσαι· διὰ γὰρ τὴν κοιλίαν ἐδημιουργήθη τὰ βρώματα. Προσήκει μέντοι εἰδέναι σε, ὅτι καὶ ταῦτα λήψεται τέλος· μετὰ γὰρ τὸν τάφον, περιττὰ τοῖς ἀνθρώποις τὰ βρώματα· καὶ ὁ μέλλων δὲ βίος ἔχει τούτων οὐδέν. Ὥσπερ γὰρ οὐ γαμοῦσιν, οὐδὲ γαμίσκονται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, οὕτως οὐδὲ ἐσθίουσιν, οὐδὲ πίνουσι. Τὸ δὲ, καταργήσει, προῤῥητικῶς τέθεικε. «Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι.» Κεφαλὴν ἡμῶν πολλάκις τὸν Κύριον προσηγόρευσε· τούτῳ τοίνυν ὡς κεφαλῇ συνῆπται τὸ σῶμα. Οὐ γὰρ ὥσπερ ἡ γαστὴρ τροφῆς δοχεῖον ἐγένετο, οὕτω τὸ σῶμα διὰ τὴν πορνείαν δεδημιούργηται. ιδʹ. «Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.» Μὴ καταφρονήσῃς ὡς νεκροῦ τοῦ Δεσπότου. Ἐγήγερται γάρ· ἐγερεῖ δὲ καὶ ἡμᾶς ὁ τοῦτον ἐγείρας Θεὸς τῇ τοῦ ἐγερθέντος δυνάμει. Ἔδειξε τοίνυν σαφῶς, ὡς ἠγέρθη μὲν κατὰ τὸ ἀνθρώπειον. Ἐγερεῖ δὲ ἡμᾶς ὡς Θεός. ιεʹ. «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;» Οὐ καθάπερ νύμφη νυμφίῳ συνήφθητε τῷ Χριστῷ; «Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.» Σφόδρα τὸ παράνομον ηὔξησε, μέλη Χριστοῦ τὰ ἡμέτερα μέλη προσαγορεύσας. Οὐκέτι σὰ, φησὶν, ἐστὶν, ἀλλὰ τοῦ Χριστοῦ· πῶς τοίνυν αὐτὰ μέλη πόρνης ποιεῖς; Εἶτα τούτου διδάσκει τὸν τρόπον. ιϛʹ, ιζʹ. «Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν