# Interpretatio in xiv epistulas sancti Pauli 82.269

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.269

πνεῦμά ἐστιν.» Οὐκ ἀπεικότως τὸ περὶ τῆς γαμικῆς συναφείας εἰρημένον τέθεικεν ἐπὶ τῆς πορνείας, ἓν γὰρ καὶ τοῦτο κἀκεῖνο τῇ φύσει τοῦ πράγματος· τὸ δὲ ἔννομον καὶ παράνομον δείκνυσι τὴν διαφοράν. Λέγει τοίνυν, ὅτι Τῇ πόρνῃ κολλώμενος μέλη πόρνης τὰ μέλη ποιεῖς· τῷ δὲ Κυρίῳ διὰ τοῦ Πνεύματος συναπτόμενος μέλη Χριστοῦ τὰ μέλη ποιεῖς. Ἐὰν τοίνυν συναφθῇς τῷ Κυρίῳ, καὶ πάλιν πρὸς ἐκείνην ἀπέλθῃς, εἰς αὐτὸν χωρεῖ τὸν Δεσπότην ἡ παροινία. Τὰ μέλη γὰρ αὐτοῦ προσάγεις τῇ πόρνῃ, καὶ ἀποφαίνεις μέλη πόρνης τοῦ Δεσπότου τὰ μέλη. ιηʹ. «Φεύγετε τὴν πορνείαν.» Οὐκ εἶπε· Μισεῖτε καὶ ἀποστρέφεσθε, ἀλλὰ Φεύγετε, εἰδὼς τὴν τῆς ἁμαρτίας ταύτης ὀξύτητα, καὶ τὸν διωκόμενον διανίστησι, καὶ παρεγγυᾷ φεύγειν τὴν διώκουσαν. Διδάσκει δὲ καὶ τὸ τοῦ πράγματος μυσαρόν.» Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.» Μυρία γάρ τις ἕτερα ἁμαρτάνων, καὶ ὅρκους παραβαίνων, καὶ βλασφημίᾳ μολύνων τὴν γλῶτταν, καὶ σφετεριζόμενος τὰ μηδαμόθεν προσήκοντα, οὐ τοσαύτην αἴσθησιν λαμβάνει τῆς ἁμαρτίας. Ὁ δὲ τῆς ἀσελγείας δοῦλος γεγενημένος, εὐθὺς μετὰ τὴν ἁμαρτίαν αἰσθάνεται τοῦ κακοῦ, καὶ αὐτὸ τὸ σῶμα βδελύττεται. Διά τοι τοῦτο καὶ λουτροῖς κεχρημένοι ἀπορύπτουσι τὸ σῶμα, ἐκβάλλειν οὕτω πως τὸ μῦσος ὑπολαμβάνοντες. ιθʹ. «Ἢ οὐκ οἴδατε, ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ.» Εἶπεν ἄνω τὸ σῶμα ναὸν τοῦ Θεοῦ, εἶπεν αὐτὸ μέλη Χριστοῦ· νῦν πάλιν τοῦ παναγίου Πνεύματος ὀνομάζει ναόν. Πνεῦμα δὲ προσαγορεύει τὸ χάρισμα. Καὶ διὰ πάντων μανθάνομεν τὴν τῆς Τριάδος ἰσότητα. «Καὶ οὐκ ἐστὲ ἑαυτῶν;» Διά τι; κʹ. «Ἠγοράσθητε γὰρ τιμῆς.» Τὸ αἷμα τὸ Δεσποτικὸν ὑπὲρ ὑμῶν καταβέβληται, ὑφ' ἑτέραν δεσποτείαν τελεῖτε. Τοῦτο μέντοι πρὸς τὸ, πάντα μοι ἔξεστι, τέθεικε, διδάσκων ὡς ὑπὸ δεσπότην τελοῦμεν, καὶ κατὰ τοὺς ἐκείνου νόμους ἡμᾶς πολιτεύεσθαι χρή. Τοῦτο γὰρ ἐπήγαγε· «Δοξάσατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.» Καὶ τῶν ψυχῶν ἡμῶν, καὶ τῶν σωμάτων δημιουργός ἐστιν ὁ Θεός· οὐ μόνον δὲ αὐτὰ πεποίηκεν, ἀλλὰ καὶ τῆς διαβολικῆς ἠλευθέρωσε δυναστείας. Προσήκει τοίνυν ἡμᾶς καὶ διὰ τοῦ σώματος, καὶ διὰ τῆς ψυχῆς αὐτὸν δοξάζειν, ἐκεῖνα καὶ ποιοῦντας καὶ λέγοντας, ἃ τὰς ἁπάντων γλώσσας εἰς εὐφημίαν κινεῖ. Ἐνταῦθα τὸ πρῶτον κεφάλαιον πεπλήρωκεν ὁ Ἀπόστολος. Ἡμεῖς δὲ τῆς παραινέσεως μεμνημένοι, καὶ τὰ σώματα παραστήσωμεν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, καὶ τὴν ψυχὴν τῇ τῶν παντοδαπῶν εὐεργεσιῶν ἁγιάσωμεν μνήμῃ· ἵνα καὶ κατὰ τὸν παρόντα βίον ἀληθῶς ναοὶ Θεοῦ χρηματίσωμεν, καὶ τῶν ἐπηγγελμένων ἀπολαύσωμεν ἀγα-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
