# Interpretatio in xiv epistulas sancti Pauli 82.272

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.272

θῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. «Περὶ δ' ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Σαφῶς δεδήλωκεν, ὡς περὶ ὧν ἐκεῖνοι τὰς πεύσεις προσήνεγκαν, ποιεῖται τὰς ἀποκρίσεις. Ἤροντο δὲ οἱ Κορίνθιοι, εἰ χρὴ τῷ νόμῳ γάμου γυναιξὶ συναφθέντας, εἶτα τοῦ σωτηρίου βαπτίσματος ἀξιωθέντας, τῆς γαμικῆς ὁμιλίας μεταλαγχάνειν. Γράφει τοίνυν, τὴν μὲν ἐγκράτειαν ἐπαινῶν, τῆς δὲ πορνείας κατηγορῶν, συγχωρῶν δὲ τὴν γαμικὴν κοινωνίαν. Εἰρηκὼς γὰρ, ὅτι καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, ἐπήγαγε· βʹ. «Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἰδίαν γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.» Τὰ αὐτὰ δὲ καὶ ἀνδράσι καὶ γυναιξὶ νομοθετεῖ, ἐπειδὴ μία ἡ φύσις. Εἰς καιρὸν δὲ τὸ διὰ τὰς πορνείας προστέθεικεν, ἐπειδὴ ταύτης ἤδη κατηγόρησε. γʹ. «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.» Περὶ σωφροσύνης ταῦτα νομοθετεῖ, καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα ἴσως ἕλκειν κελεύων τὸν τοῦ γάμου ζυγὸν, καὶ μὴ ἑτέρωσε βλέπειν καὶ διαφθείρειν τὴν ζεύγλην, ἀλλὰ τὴν προσήκουσαν ἀλλήλοις εὔνοιαν ἀπονέμειν. Τῷ δὲ ἀνδρὶ προτέρῳ τοῦτο νενομοθέτηκεν, ἐπειδὴ γυναικὸς κεφαλὴ ὁ ἀνήρ. Οἱ μὲν γὰρ ἀνθρώπινοι νόμοι ταῖς μὲν γυναιξὶ διαγορεύουσι σωφρονεῖν, καὶ κολάζουσι παραβαινούσας τὸν νόμον· τοὺς δέ γε ἄνδρας τὴν ἴσην σωφροσύνην οὐκ ἀπαιτοῦσιν. Ἄνδρες γὰρ ὄντες οἱ τεθεικότες τοὺς νόμους, τῆς ἰσότητος οὐκ ἐφρόντισαν, ἀλλὰ σφίσι συγγνώμην ἀπένειμαν. Ὁ δέ γε θεῖος Ἀπόστολος, ὑπὸ τῆς θείας χάριτος ἐμπνεόμενος, τοῖς ἀνδράσι πρώτοις νομοθετεῖ σωφροσύνην· ἐπειδὴ δὲ συνέβαινε τῆς ἐγκρατείας ἢ γυναῖκας ἢ ἄνδρας ἐφιεμένους, καὶ τῶν ὁμοζύγων οὐ βουλομένων, τῆς γαμικῆς ὁμιλίας χωρίζεσθαι, εἰκότως καὶ περὶ τούτου διαγορεύει. δʹ. «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ. Ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή.» Ἐπειδὴ μίαν γὰρ αὐτοὺς ὁ τοῦ γάμου νόμος ἀπέφηνε σάρκα, εἰκότως καὶ τὸ τῆς γυναικὸς σῶμα τοῦ ἀνδρὸς προσηγόρευσε, καὶ αὖ πάλιν τὸ τοῦ ἀνδρὸς ὑπὸ τὴν ἐξουσίαν τέθεικε τῆς γυναικός. Ἐνταῦθα μέντοι ταῖς γυναιξὶ πρώταις τὸν νόμον προσήνεγκεν· ἐπειδὴ αὗται μάλιστα πρὸ τῶν ἀνδρῶν εἰώθασιν ἀσπάζεσθαι τὴν ἐγκράτειαν. εʹ. «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε.»

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
