Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.273
Not analysed yet
Ἀποστερεῖσθαί τις ὑπολαμβάνει τούτων, ἅπερ οὐκ ἐθέλων δίδωσιν. Ἄγαν τοίνυν ἁρμοδίως τοῦτο τέθεικεν ἐπὶ τῶν οὐ συμφώνως τὴν ἐγκράτειαν αἱρουμένων. Τῆς γὰρ δὴ μόνης γυναικὸς ταύτην ἀσπαζομένης, δυσχεραίνει δήπουθεν ὁ ἀνὴρ, ὡς παρὰ τὴν αὐτοῦ γνώμην ἐγκρατευομένης ἐκείνης. Ταὐτὸ δὲ τοῦτο καὶ ἡ γυνὴ τὸ πάθος ὑπομένει, τοῦ ἀνδρὸς αἱρουμένου τὰ κρείττονα· εἰκότως τοίνυν ἔφη· Μὴ ἀποστερεῖτε ἀλλήλους, καὶ προστέθεικεν, εἰ μή τι ἂν ἐκ συμφώνου· καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, ἐπήγαγε, πρὸς καιρόν. Ἐδίδαξε δὲ καὶ τὸν καιρὸν εἰπών· Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ. Δεῖ γὰρ τῇ ἁγιωσύνῃ τὴν νηστείαν τιμᾶσθαι. Μετὰ δὲ τὴν νηστείαν ἐπιτρέπει τὴν ὁμιλίαν. Τοῦτο γὰρ λέγει, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε. Καὶ διδάσκων ὡς ἕτερον ὑφορώμενος ταῦτα νομοθετεῖ, ἐπήγαγεν· «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς.» Καὶ δεικνὺς ὡς ἡμεῖς τὴν ἐκείνου καθ' ἡμῶν αὔξομεν δυναστείαν, προστέθεικε, «Διὰ τὴν ἀκρασίαν ὑμῶν.» Ὑμῶν γὰρ ῥᾳθυμίᾳ συζώντων, καὶ δουλεύειν αἱρουμένων ταῖς ἡδοναῖς, πρόφασιν ὁ διάβολος λαμβάνει τῆς καθ' ὑμῶν παρατάξεως. Ὅτι δὲ τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ τοὺς νόμους ἐμέτρησεν, ἐδίδαξε διὰ τῶν ἑξῆς. ϛʹ, ζʹ. «Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν.» Ἐν ἐγκρατείᾳ καὶ τὴν τελειότητα ὑπέδειξε, καὶ τὰ ἐλάττονα συνεχώρησε· καὶ τὰ μὲν τῆς ἀσθενείας ἀλεξίκακα φάρμακα ὁ λόγος προσήνεγκεν· ἐπὶ δὲ τῇ τῶν κρειττόνων αἱρέσει τὸ ἀρχέτυπον διεγείρει· ἑαυτὸν δὲ ἀρχέτυπόν τε προὔθηκε, τῆς οἰκείας ἡμῖν ἁγνείας ἀναγκασθεὶς ἀποκαλύψαι τὸν πλοῦτον. «Ἀλλ' ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.» Παρεμυθήσατο καὶ τοὺς ἐν γάμῳ, χάρισμα Θεοῦ προσαγορεύσας τὸν γάμον. Ὑπ' ἐκείνης γάρ τις τῆς χάριτος βοηθούμενος, καὶ τὴν ἐν γάμῳ κατορθοῖ σωφροσύνην. Ἐπικουρεῖ δὲ ἡ χάρις τοῖς τὴν ἀγαθὴν εἰσφέρουσι προθυμίαν. «Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε.» Ταῦτα πρὸς τὰς Κορινθίων ἐρωτήσεις ἀποκρινάμενος, καὶ τὰ πρόσφορα τοῖς ἐν γάμῳ νομοθετήσας, γράφει καὶ τοῖς μηδέπω τοῦ γάμου τὸν ζυγὸν δεξαμένοις, καὶ τοῖς δεξαμένοις μὲν, εἶτα δὲ τῷ θανάτῳ διαζευχθεῖσι, καὶ τὴν χηρείαν ὀδυρομένοις, ἃ προσήκει ποιεῖν. ηʹ. «Λέγω δὲ τοῖς ἀγάμοις, καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.» Ἔδειξε πάλιν ἑαυτὸν τῆς τῶν ἀγάμων ὄντα συμμορίας. Οὐ γὰρ ἄν τις αὐτὸν εἰκότως ταῖς χηρευούσαις ἐντάττοι, νεανίας ὢν ἔτι ὅτε τῆς κλήσεως ἠξιώθη. Μηδεὶς δὲ αὐτὸν οἰέσθω τὴν μὲν ἀγαμίαν τοῖς ἀνδράσι, τὴν δέ γε μετὰ τὸν γάμον ἐγκράτειαν ταῖς γυναιξὶ μόναις