# Interpretatio in xiv epistulas sancti Pauli 82.276

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.276

νομοθετεῖν. Ἀμφότερα γὰρ ἑκάτερον ἐκπαιδεύει γένος. θʹ. «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γὰρ αὐτοῖς ἐστι γαμῆσαι, ἢ πυροῦσθαι.» Πύρωσιν οὐ τῆς ἐπιθυμίας καλεῖ τὴν ἐνόχλησιν, ἀλλὰ τὴν δούλωσιν τῆς ψυχῆς, καὶ τὴν πρὸς τὸ χεῖρον ῥοπήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄμεινον μὲν καὶ ὑμᾶς τοὺς μηδέπω γαμικῆς ὁμιλίας μεταλαχόντας, καὶ ὑμᾶς τοὺς συναφθέντας μὲν, εἶτα δὲ τῷ θανάτῳ διαζευχθέντας, τὴν ἐγκράτειαν προελέσθαι. Εἰ δὲ φέρειν οὐ δύνασθε τῆς ἐπιθυμίας τὴν προσβολὴν, ἀλλ' ἀσθενῶς τῇ ψυχῇ περὶ τὸν ἀγῶνα τοῦτον διάκεισθε, διὰ τὸ μὴ θερμὴν ἔχειν περὶ τὰ καλὰ προθυμίαν, οὐδεὶς ὑμᾶς ἀπείργει τοῦ γάμου νόμος. Ἐντεῦθεν εἰς ἑτέραν μεταβαίνει νομοθεσίαν. ιʹ, ιαʹ. «Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι. Ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω. Καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.» Τῆς Εὐαγγελικῆς νομοθεσίας ἀνέμνησεν. Ὁ γὰρ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι.» Διὰ τοῦτο προστέθεικεν, οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος. Τὸ δὲ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω, οὐκ ἔστιν ἐναντίον τῷ μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Ἐκεῖνα γὰρ τοῖς μὴ δι' ἄλλην πρόφασιν χωριζομένοις, ἀλλὰ διὰ μόνην ἐγκράτειαν, εἴρηται· ἐνταῦθα δὲ τοῖς περὶ ἑτέρων πραγμάτων ζυγομαχοῦσι νομοθετεῖ. Καὶ πειρᾶται μὲν ἀῤῥαγῆ φυλάξαι τοῦ γάμου τὴν ζεύγλην· συγκατιὼν δὲ τῇ ἀσθενείᾳ, τῷ χωριζομένῳ νομοθετεῖ τὴν ἐγκράτειαν, καὶ ταύτῃ κωλύων τὴν τοῦ γάμου διαίρεσιν. Ἀπείργων γὰρ ἑτέρῳ συνάπτεσθαι, πρὸς τὸν πρότερον γάμον ἐπανελθεῖν μέρος ἑκάτερον συνωθεῖ. ιβʹ. «Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος.» Τὸ, ἐγὼ λέγω, ἀντὶ τοῦ· Οὐχ εὗρον τοῦτον τὸν νόμον τοῖς ἱεροῖς Εὐαγγελίοις ἐγγεγραμμένον, ἀλλὰ νῦν αὐτὸν τίθημι. Ὅτι δὲ οἱ τοῦ Ἀποστόλου νόμοι τοῦ Δεσπότου Χριστοῦ νόμοι, δῆλόν ἐστι τοῖς τὰ θεῖα πεπαιδευμένοις. Αὐτοῦ γάρ ἐστι φωνή· «Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ·» Καί· «Οὐκ ἐγὼ, ἀλλ' ἡ χάρις ἡ ἐν ἐμοί.» Καί· «Λέγω διὰ τῆς χάριτος τῆς δοθείσης μοι.» Οὕτω κἀνταῦθα νομοθετεῖ τοῦ παναγίου Πνεύματος δι' αὐτοῦ φθεγγομένου. «Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. (ιγʹ, ιδʹ.) Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
