# Interpretatio in xiv epistulas sancti Pauli 82.277

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.277

ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν· νῦν δὲ ἅγιά ἐστιν.» Οὐκ ἄπιστον γυναῖκα νομοθετεῖ λαμβάνειν, οὐδὲ ἀπίστῳ ἀνδρὶ πιστὴν γυναῖκα κελεύει συνάπτεσθαι· πᾶν γὰρ τοὐναντίον διαγορεύει. Μετὰ βραχέα γὰρ ταῖς χήραις νομοθετῶν ἐπήγαγε, μόνον ἐν Κυρίῳ, τουτέστι πιστῷ, εὐσεβεῖ, σωφρόνως, κοσμίως. Ἐνταῦθα δὲ περὶ τῶν πρὸ τοῦ κηρύγματος συναφθέντων ἔφη. Συνέβαινε γὰρ τὸν μὲν ἄνδρα πιστεῦσαι, τὴν δὲ γυναῖκα τῇ ἀπιστίᾳ προσμεῖναι, καὶ αὖ πάλιν, τὴν μὲν γυναῖκα τὸ κήρυγμα δέξασθαι, τὸν δὲ ἄνδρα τῆς ἀπιστίας περικεῖσθαι τὴν λύμην. Καὶ παρεγγυᾷ τοῖς ὑγιαίνουσι φέρειν τὴν τῶν ὁμοζύγων ἀσθένειαν, καὶ τὴν τούτων πραγματεύεσθαι σωτηρίαν. Τοῦτο γὰρ λέγει· Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρὶ,» τουτέστιν, ἔχει σωτηρίας ἐλπίδα. Εἰ δὲ καὶ αὐτὸς ἢ αὐτὴ ἐπιμένοι τῇ νόσῳ, τὸ ἐκείνου σπέρμα μεθέξει τῆς σωτηρίας. Ὑπερβολικώτερον δὲ ταῦτα τέθεικε, πείθων μὴ καταλιπεῖν τὴν συνάφειαν. ιεʹ. «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις.» Τὸ πιστεῦον, φησὶ, μέρος μὴ διδότω πρόφασιν τῷ χωρισμῷ. Εἰ δὲ τὸ νοσοῦν ἀποστῆναι βούλεται, ἀθῶος εἶ σὺ, καὶ τῆς κατηγορίας ἐλεύθερος. «Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός.» Καὶ μὴν ὁ Κύριος ἔφη· «Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν, διχᾶσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὐτοῦ.» Ἀλλ' οὐκ ἐναντίον τοῦτο ἐκείνῳ. Ἑρμηνεύει δὲ ὁ Ἀπόστολος τὴν τοῦ Κυρίου διδασκαλίαν. Τὸ σωτήριον γὰρ, φησὶ, κήρυγμα οὐ σύγχυσιν εἰς τὸν βίον εἰσάγει, ἀλλὰ μᾶλλον πραγματεύεται τὴν ἀληθῆ καὶ θεοφιλῆ εἰρήνην. Διαιρεῖ μέντοι πρότερον τὴν καλὴν συμφωνίαν, καὶ διαφωνίᾳ τὴν ἐπαινουμένην ὁμόνοιαν πραγματεύεται. Οἱ γὰρ τὸ θεῖον δεξάμενοι κήρυγμα, διδάσκαλοι τῶν ἀπίστων γινόμενοι, εἰργάζοντο παραδόξως τὴν θαυμασίαν μεταβολὴν, καὶ τὰς διαιρεθείσας οἰκίας ἐποδήγουν εἰς τὴν ἀξιέραστον συμφωνίαν. Τοῦτο καὶ ἐνταῦθά φησι· ιϛʹ, ιζʹ. «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός.» Ἀνάδεξαι, φησὶν, ἐπὶ χρησταῖς ἐλπίσι τὸν πόνον· ἔχεις τὸν Θεὸν τῆς προθυμίας ἐπίκουρον. «Ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω· καὶ οὕτως ἐν ταῖς Ἐκκλησίαις πάσαις διατάσσομαι.» Ἐδίδαξεν ἐνταῦθα σαφῶς, ὡς οὐκ ἀπίστοις ἀνδράσιν ἢ γυναιξὶ συνάπτεσθαι παρηγγύησεν, ἀλλὰ τοῖς οὕτω κληθεῖσιν ἐκεῖνα νενομοθέτηκεν. Εἶτα συνήθως ἀπὸ τοῦ προκειμένου εἰς ἕτερα μεταβαίνει, πᾶσι νομοθετῶν τὰ κατάλληλα. ιηʹ, ιθʹ. «Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.» Μήτε ἀκρόβυστός τις κληθεὶς δεχέσθω περιτομὴν, μήτε ὁ περιτετμημένος πειράσθω ἑαυτὸν ἀπερίτμητον δει-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
