Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.280
Not analysed yet
κνῦναι. Ἥ τε γὰρ ἀκροβυστία τῆς φύσεως, καὶ ἡ περιτομὴ κατὰ τὸν παλαιὸν γεγένηται νόμον. Ἐπαινεῖται δὲ οὐ τὸ πρᾶγμα, ἀλλ' ἡ τῆς θείας ἐντολῆς φυλακή. κʹ. «Ἕκαστος ἐν τῇ κλήσει, ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.» Εἶτα καὶ εἰς ἕτερα μεταβαίνει. καʹ. «Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.» Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ δεσποτείας διαφοράν. Μὴ τοίνυν φύγῃς ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· ἀλλὰ κἂν τυχεῖν τῆς ἐλευθερίας ᾖ δυνατὸν, ἐπίμεινον δουλεύων, καὶ πρόσμεινον τὴν ἀντίδοσιν. Ταύτην δὲ τὴν ὑπερβολὴν οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ πείθων μὴ φυγεῖν τὴν δουλείαν προφάσει θεοσεβείας. Προσφέρει δὲ καὶ ἑτέραν παραψυχήν. κβʹ. «Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι Χριστοῦ.» Ἀπελεύθερον καλεῖν εἰώθαμεν τὸν ἐκ δούλων γεγενημένον. Τούτῳ τῷ ὀνόματι τὸν τῆς πίστεως ἠξιωμένον προσηγόρευσε δοῦλον. Καὶ τὸν μὲν ἐλεύθερον δοῦλον ἔφη Χριστοῦ, τὸν δὲ δοῦλον ἀπελεύθερον· καὶ τοὺς ἐλευθέρους διδάσκων, ὡς Δεσπότην ἔχουσι τὸν Χριστὸν, καὶ τοὺς δούλους ὡσαύτως, ὅτι τῆς ἀληθοῦς ἐλευθερίας ἀπέλαυσαν. Τίς γὰρ οὕτως ἐλεύθερος, ὡς ὁ τῆς ἁμαρτίας ἀπηλλαγμένος; Τίς δὲ πικρὰν οὕτω δουλεύει δουλείαν, ὡς ὁ τῇ δουλείᾳ τῶν παθῶν ὑποκείμενος; κγʹ. «Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.» Οὐκ ἐναντία τοῖς εἰρημένοις νενομοθέτηκε. Κελεύει δὲ μὴ δουλοπρεπὲς ἔχειν φρόνημα, μήτε τὸν δοῦλον καλούμενον, μήτε τὸν ἐλεύθερον προσαγορευόμενον. Σοφῶς δὲ ἄγαν καὶ τοὺς δούλους καὶ τοὺς δεσπότας ὁμοδούλους ἀπέφηνε, τιμῆς ἠγοράσθητε, τούτοις κἀκείνοις εἰπών. Τὸ γὰρ οἰκεῖον αἷμα δοὺς ὁ Δεσπότης ὑμᾶς ἐπρίατο. κδʹ. «Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω παρὰ Θεῷ.» Τοῦτο καὶ προοίμιον καὶ ἐπίλογον τῆς παραινέσεως τέθεικεν. Ἐφ' ἑτέραν δὲ πάλιν μεταβαίνει νομοθεσίαν. κεʹ. «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω.» Ὁ Κύριος γὰρ, τῶν ἀποστόλων εἰρηκότων· «Εἰ οὕτως ἐστὶν ὁ νόμος τῆς γυναικὸς, συμφέρει μὴ γῆμαι,» ἀπεκρίνατο· «Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον·» καὶ πάλιν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω.» Διά τοι τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Εἰ τοίνυν οὐκ ἐδέξω νόμον, τί σοι βούλεται ὁ λόγος; «Γνώμην δὲ δίδωμι.» Οὐ νόμον εἰσφέρω, ἀλλὰ συμβουλὴν προσφέρω. Καὶ γὰρ ὁ Θεὸς τὰ κατὰ φύσιν νομοθετήσας, ἐπὶ τὰ ὑπὲρ φύσιν προτρέπει. Ἐπειδὴ δὲ εἰκὸς ἦν τινας ἀντιλέγειν ὡς καινοτομίᾳ τῇ συμβουλῇ, προστέθεικεν· «Ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.»