# Interpretatio in xiv epistulas sancti Pauli 82.281

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.281

Μετὰ τῆς συνήθους μετριότητος τὴν ἀποστολικὴν ἀξίαν ὑπέδειξεν. Ἀξιόχρεώς εἰμι σύμβουλος, φησὶ, διὰ μὲν τὸν πολὺν τοῦ Δεσπότου κληθεὶς ἔλεον, πιστευθεὶς δὲ τὸ κήρυγμα. Τί δὲ συμβουλεύεις; κϛʹ, κζʹ. «Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν ἀνθρώπῳ, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.» Τὸ, νομίζω, προστέθεικεν, οὐκ ἀμφιβάλλων ὡς ἡ παρθενία καλὸν, καὶ τῶν καλῶν τὸ κάλλιστον· ἀλλ' ἵνα μὴ νόμος ἡ παραίνεσις γένηται, τὴν ἀμφιβολίαν προστέθεικεν. Ἕπεται γὰρ τῷ νόμῳ καὶ φυλακὴ, καὶ παράβασις, καὶ τῶν παραβαινόντων ἡ κόλασις. Διὰ τοῦτο οὐ νομοθετεῖ τὰ μεγάλα, ἀλλ' ἐπὶ ταῦτα προτρέπει, καὶ εἰρηκὼς μὴ ζήτει γυναῖκα, ἐπήγαγεν· κηʹ. «Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε.» Καὶ τί δήποτε συμβουλεύεις μὴ γῆμαι, εἴπερ ἄρα ὁ γάμος ἁμαρτίας ἐλεύθερος; «Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι.» Καὶ τί σοι τούτου μέλει; «Ἐγὼ δὲ ὑμῶν φείδομαι.» Καὶ τὴν πατρικὴν φιλοστοργίαν ἐγύμνωσε, καὶ τῆς ἀγαμίας τὸ χρήσιμον ἔδειξεν. Εἰδέναι μέντοι χρὴ, ὡς οὐ περὶ τῶν ἅπαξ ἀποταξαμένων τῷ βίῳ εἴρηκεν· Ἐὰν γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν· ἀλλὰ περὶ τῶν μηδέπω μήτε τοῦτο μήτε ἐκεῖνο προελομένων, ἀλλ' ἐν μεθορίῳ γάμου καὶ ἀγαμίας ἑστώτων. Εἶτα καὶ ἑτέρωθεν κρατύνει τὸν λόγον. κθʹ. «Τοῦτο δέ φημι, ἀδελφοὶ, ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν.» Πρὸς τέλος ὁ βίος ἐλαύνει· ἐγγὺς ἡ συντέλεια τοῦ παρόντος αἰῶνος. «Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι.» (λʹ, λαʹ.) «Καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ παραχρώμενοι.» Ἀλλότρια, φησὶν, ἡμῶν τὰ παρόντα· μεταβαίνομεν γὰρ ἐντεῦθεν ὡς τάχιστα. Μηδεὶς τοίνυν μήτε πενίαν ὀδυρέσθω, μήτε ἐπὶ πλούτῳ μέγα φρονείτω, μήτε μὴν οἱ πλεῖστα κεκτημένοι εἰς τρυφὴν ταῦτα καὶ ἀσωτίαν ἀναλισκέτωσαν, ἀλλὰ μόνην ἐξ αὐτῶν τὴν χρείαν καρπούσθωσαν. Τοῦτο γὰρ λέγει, Καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ παραχρώμενοι. Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ τῶν κριῶν κατηγόρησεν ὁ Θεὸς, ὅτι τὴν καλὴν νομὴν ἐνέμοντο, καὶ τὰ λοιπὰ τοῖς ποσὶ συνεπάτουν· καὶ τὸ καθαρὸν ὕδωρ ἔπινον, καὶ τὸ λοιπὸν τοῖς ποσὶ διετάραττον. Τούτοις συμφωνεῖ τὸ, Οἱ χρώμενοι τῷ κόσμῳ, ὡς μὴ παραχρώμενοι. Εἶτα δεικνὺς τῶν παρόντων τὸ πρόσκαιρον, ἐπήγαγε· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Οὐκέτι γὰρ γεωργία καὶ ναυτιλία, οὐκέτι βασιλεῖαι καὶ στρατηγίαι, οὐκέτι δουλεία καὶ δεσποτεία, οὐκέτι τέχναι καὶ ἐπιστῆμαι, οὐκέτι πενία καὶ πλοῦτος. Ἐκ γὰρ τούτων καὶ τῶν τοιούτων ὁ παρὼν βίος συν-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
