# Interpretatio in xiv epistulas sancti Pauli 82.284

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.284

έστηκε. Τοῦτο καὶ ὁ μακάριος Ἡσαΐας φησὶ προθεσπίζων τὰ μέλλοντα· «Καὶ ἔσται ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία, καὶ ὁ ἀγοράζων ὡς ὁ πωλῶν, καὶ ὁ ὀφείλων ὡς μὴ ὀφείλων.» Ἄλλην γὰρ ὁ μέλλων βίος ἔχει πραγμάτων διαφοράν. Ὁ μέντοι θεῖος Ἀπόστολος δείξας τοῦ βίου τὸ πρόσκαιρον, ἐπήγαγε· λβʹ. «Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι.» Σαφῶς ἔδειξε τὸν τῆς παρθενίας σκοπόν. Τῶν γὰρ περιττῶν καὶ ἀνοήτων φροντίδων ἐλευθέραν ὁ παρθενεύων ἔχει ψυχὴν, καὶ τὸν μέλλοντα μιμεῖται βίον ὡς ἔνεστι. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς φησιν. «Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· (λγʹ, λδʹ.) ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Μεμέρισται καὶ ἡ γυνή· καὶ ἡ παρθένος ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.» Συντόμως μὲν τῆς φροντίδος τὸ διάφορον ἔδειξε, τοῦ τε τοῦ γάμου τὸν ζυγὸν αἱρουμένου, καὶ τοῦ τὴν ἀγαμίαν ἀσπαζομένου. Ῥᾴδιον δὲ τῷ βουλομένῳ καταμαθεῖν τῶν ἐν τῷ βίῳ στρεφομένων τοὺς πόνους, καὶ τὰς φροντίδας. Ταύτας δὲ καὶ ἡμεῖς πλατύτερον ἐπεδείξαμεν τοὺς Περὶ τῆς παρθενίας λόγους συγγράφοντες, καὶ ἐπὶ τὸν ταύτης πλοῦτον προτρέψαντες τοὺς τῶν ἀγαθῶν ἐραστάς. Ἐπιμένων δὲ τῇ συμβουλῇ ὁ θεῖος Ἀπόστολος καὶ ταῦτα προστέθεικε· λεʹ. «Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως.» Οὐκ ἀνάγκῃ, φησὶν, ὑμᾶς ἐπὶ τοῦτον ἕλκω τὸν πλοῦτον, οἷόν τινι βρόχῳ κεχρημένος, καὶ βίᾳ θηρεύων· ἀλλὰ τὸ ἐντεῦθεν φυόμενον ὑποδείκνυμι κέρδος. Οὐδὲ γὰρ ἄλλως οἷόν τε τῇ θεραπείᾳ τοῦ Θεοῦ διηνεκῶς ἡμᾶς προσεδρεύειν, εἰ μὴ τὰ τοῦ βίου δεσμὰ διαφύγοιμεν. λϛʹ. «Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν ἑαυτοῦ παρθένον νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτωσαν.» Ὁ δὲ τὴν ἀγαμίαν ἀκοσμίαν ὑπολαμβάνων, καὶ τούτου χάριν συνάπτειν ἀνδρὶ τὴν θυγατέρα βουλόμενος, τὸ δοκοῦν πραττέτω· ἁμαρτίας γὰρ ὁ γάμος ἐλεύθερος. Πάλιν ἐνταῦθα περὶ τῶν μηδέπω τὴν παρθενίαν ἑλομένων παρεκελεύσατο. λζʹ. «Ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ.» Τὸ μὴ ἔχων ἀνάγκην, ἀντὶ τοῦ, αὐτεξούσιος ὢν, οὐχ ὑποκείμενος δεσπότῃ.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
