# Interpretatio in xiv epistulas sancti Pauli 82.289

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.289

τοὺς δὲ ἐπιγείους, ὡς τὰς πηγὰς, καὶ τοὺς ποταμοὺς, καὶ τὰς καλουμένας νύμφας, καὶ τὸν Ἡρακλέα, καὶ τὸν Διόνυσον, καὶ τὸν Ἀσκληπιὸν, καὶ ἑτέρους μυρίους. ϛʹ. «Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.» Ἐκεῖνοι μὲν οὖν, τὸν τῆς ἀγνοίας περικείμενοι ζόφον, περὶ πολλοὺς πλανῶνται, καὶ τούτους οὐκ ὄντας· ἡμεῖς δὲ ἕνα ἴσμεν Θεὸν Πατέρα, καὶ ἕνα Ἰησοῦν Χριστόν. Θαυμᾶσαι δὲ ἄξιον κἀνταῦθα τὴν ἀποστολικὴν σοφίαν. Δείξας γὰρ ἐν τοῖς πρόσθεν ἰσοδυναμοῦσαν τῇ Θεὸς προσηγορίᾳ τὴν Κύριος, διεῖλε ταύτας, καὶ τὴν μὲν τῷ Πατρὶ συνήρμοσε, τὴν δὲ τῷ Υἱῷ, τὴν Κορινθίων θεραπεύων ἀσθένειαν. Ὅτι γὰρ πολλαχοῦ Θεὸν τὸν Υἱὸν ὀνομάζει, ῥᾴδιον ἐκ τῶν αὐτοῦ γραμμάτων καταμαθεῖν τὸν βουλόμενον. «Προσδεχόμενοι γὰρ, φησὶ, τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καί· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς, καὶ ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ Θεοῦ,» καὶ μυρία τοιαῦτα ἕτερα. Ἐνταῦθα μέντοι τὸν μὲν Θεὸν προσηγόρευσε, τὸν δὲ Κύριον· ἵνα μὴ τοῖς ἔναγχος τῆς Ἑλληνικῆς πλάνης ἀπαλλαγεῖσι, καὶ τὴν ἀλήθειαν μεταμαθοῦσι, παράσχῃ πρόφασιν εἰς τὴν πολύθεον ἐξαπάτην παλινδρομῆσαι. Εἰ δὲ οἱ ἐξ Ἀρείου καὶ Εὐνομίου λέγοιεν τὸ εἷς Θεὸς, ἐκβάλλειν τὸν Υἱὸν τῆς τοῦ Πατρὸς θεότητος, ἀκουέτωσαν τῶν ἑξῆς, ὅτι καὶ εἷς Κύριος. Εἰ γὰρ, ἐπειδὴ εἷς Θεὸς ὁ Πατὴρ, οὐ Θεὸς ὁ Υἱὸς, οὐδὲ Πατὴρ ἄρα Κύριος, ἐπειδὴ εἷς Κύριος Ἰησοῦς Χριστός. Ἀλλ' εἰς τὴν ἐκείνων κεφαλὴν τραπείη τὸ βλάσφημον. Ὁ γὰρ θεῖος Ἀπόστολος τὴν ἰσότητα δείκνυσι, καὶ εἷς ὁμοίως ἐπὶ Πατρὸς καὶ Υἱοῦ τεθεικὼς, καὶ τὴν Κύριος φωνὴν ἰσοδυναμοῦσαν τῇ Θεὸς ἐπιδείξας. Οὕτω δὲ καὶ ἡ Παλαιὰ Γραφὴ τὰς προσηγορίας ταύτας δείκνυσι συνημμένας· «Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου.» Καί· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Καί· «Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα·» καὶ μυρία τοιαῦτα. Ὁ τοίνυν ὄντως Θεὸς, πάντως καὶ Κύριος· καὶ ὁ ὄντως Κύριος, πάντως καὶ Θεός. Ἄλλος τε οὐδέ ἐστιν ἄλλως Θεὸς Πατήρ· εἷς γὰρ Θεὸς Πατήρ· οὐδὲ ἄλλως Κύριος Ἰησοῦς Χριστός· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός. Τὸ δὲ, ἡμεῖς εἰς αὐτὸν, ἀντὶ τοῦ, Πρὸς αὐτὸν ἀπεστράφθαι ὀφείλομεν, εἰς αὐτὸν ἀφορᾷν, αὐτὸν διηνεκῶς ἀνυμνεῖν. Τὸ δὲ, καὶ ἡμεῖς δι' αὐτοῦ, οὐ τὴν δημιουργίαν, ἀλλὰ τὴν σωτηρίαν αἰνίττεται. Δι' αὐτοῦ μὲν γὰρ τὰ πάντα, ἡμεῖς δὲ οἱ πεπιστευκότες δι' αὐτοῦ τῆς σωτηρίας τετυχήκαμεν. ζʹ. «Ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις.» Ταῦτα, φησὶν, οὐχ ἅπαντες ἴσασιν. Ἐντεῦθεν δῆλον ὡς κατ' εἰρωνείαν εἶπεν ἔμπροσθεν, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. «Τινὲς δὲ τῇ συνειδήσει ἕως ἄρτι τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
