Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.292
Not analysed yet
εἰδώλου, ὡς εἰδωλόθυτον ἐσθίουσι· καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.» Οὐχ ἡ βρῶσις μολύνει, ἀλλὰ ἡ συνείδησις μολύνεται, τὴν τελείαν οὐ δεξαμένη γνῶσιν, ἔτι δὲ τῇ πλάνῃ τῶν εἰδώλων κατεχομένη. ηʹ. «Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα.» Τοὺς ἐπὶ τῇ γνώσει μεγαφρονοῦντας διδάσκει μὴ ταύτην ὁρίζεσθαι τοῦ Θεοῦ θεραπείαν, τὸ καταφρονητικῶς μὲν τοῖς εἰδώλοις προσέχειν, ἀδιαφόρως δὲ τῶν εἰδωλοθύτων μεταλαμβάνειν, καὶ τῆς τῶν βλαπτομένων ἀσθενείας καταφρονεῖν· Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. θʹ. «Βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.» Διδάσκει δὲ καὶ τῆς βλάβης τὸν τρόπον. ιʹ. «Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;» Ὑπέδειξε δὲ τὸ μέγεθος. ιαʹ. «Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι' ὃν Χριστὸς ἀπέθανεν,» Ηὔξησε τὴν κατηγορίαν, ἵνα παύσῃ τὴν βλάβην. Ὑπὲρ τούτου γὰρ, φησὶν, οὗ καταφρονεῖς ἀδελφοῦ θάνατον ὁ Χριστὸς κατεδέξατο· σὺ δὲ παρὰ τοῦ Χριστοῦ τὴν γνῶσιν δεξάμενος, ἀναιρεῖς τῷ δώρῳ τὸν ὑπ' αὐτοῦ σεσωσμένον. Πάλιν μέντοι κατ' εἰρωνείαν τὸ ἐπὶ τῇ γνώσει τέθεικεν. Οὐ γὰρ γνῶσιν αὐτῷ προσμαρτυρεῖ, ἀλλὰ μισαδελφίαν, καὶ γαστριμαργίαν, καὶ τὰ τοιαῦτα. ιβʹ. «Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.» Αὐτοῦ γάρ ἐστι τοῦ Δεσπότου φωνή· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ.» Αἰνίττεται δὲ καὶ ἕτερον ὁ λόγος, ὅτι καὶ ὁ ἀσθενῶν ἀδελφὸς εἰς τὸ τοῦ Δεσπότου σῶμα τελεῖ. Τοῦ γὰρ Δεσποτικοῦ μεταλαγχάνει σώματος· οἰκειοῦται δὲ ἡ κεφαλὴ τοῦ μέλους τὴν ἀδικίαν. Εἶτα ἀρχέτυπον ὠφελείας προτίθησιν ἑαυτὸν, καὶ διδάσκει πόσα ποιεῖν δυνάμενος, διὰ τὴν ἑτέρων οὐ πεποίηκεν ὠφέλειαν. ιγʹ. «Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.» Οὐ γὰρ μόνον εἰδωλοθύτου, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων κρεῶν, οὐ νῦν μόνον, ἀλλὰ καὶ διηνεκῶς ἀποστῆναι ἂν ἑλοίμην τῆς τῶν ἀδελφῶν εἵνεκα σωτηρίας. ΚΕΦΑΛΑΙΟΝ. Θʹ. αʹ. «Οὐκ εἰμὶ ἀπόστολος;» Τουτέστι θεόθεν τὴν χειροτονίαν δεξάμενος. «Οὐκ εἰμὶ ἐλεύθερος;» Ἀντὶ τοῦ, οὐχ ὑπὸ τὴν ἑτέρου ἐξουσίαν τελῶν, οὐδὲ μαθητοῦ τάξιν ἐπέχων, ἀλλὰ τὴν οἰκουμένην πεπι-