# Interpretatio in xiv epistulas sancti Pauli 82.293

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.293

στευμένος. Καὶ ἐπειδὴ μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος ἐκλήθη, εἶχον δὲ δόξαν οἱ ἀπόστολοι παρὰ πᾶσι μεγίστην, ὡς τῆς τοῦ Κυρίου θέας ἠξιωμένοι, ἀναγκαίως καὶ τοῦτο προστέθεικεν. «Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα;» Εἶτα καὶ αὐτοὺς εἰς μαρτυρίαν καλεῖ. «Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;» Καὶ τὸ αὐτὸ πλατύτερον λέγει. βʹ. «Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.» Συντόμως μὲν αὐτὸ τέθεικε, πολλὰ δὲ κατὰ ταὐτὸν εἴρηκε, καὶ τοὺς περὶ τὴν διδασκαλίαν πόνους, καὶ τοὺς ὑπὲρ ταύτης ἀγῶνας, καὶ τὰ παντοδαπὰ παθήματα, καὶ τὰς θαυματουργίας τῆς χάριτος, ὧν ἦσαν μάρτυρες ἀληθεῖς οἱ Κορίνθιοι, αὐτόπται τούτων γεγενημένοι. Οὗ δὴ χάριν ἔφη· Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι. Εἰ γὰρ καὶ μηδένα ἔχω μάρτυρα, ἡ ὑμετέρα μοι ἀπόχρη μαρτυρία. «Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.» Ἀπόδειξιν γὰρ τῶν ἀποστολικῶν κατορθωμάτων τὴν ὑμετέραν ἔχω μεταβολήν. Σφραγῖδα γὰρ τὴν ἀπόδειξιν καὶ τὴν βεβαίωσιν καλεῖ. Οὕτω καὶ ὁ θεσπέσιος Ἰωάννης ἔφη· «Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστι, τουτέστιν ἐβεβαίωσεν.» γʹ. «Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν.» Εἴ τις τοὺς ἐμοὺς ἀνακρῖναι βούλεται πόνους, ὑμᾶς εἰς μαρτυρίαν καλῶ· ἀρκεῖ γάρ μοι τὸ ὑμέτερον ἔργον εἰς μαρτυρίαν τῶν πόνων. δʹ, εʹ. «Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς;» Τὸ φαγεῖν καὶ πιεῖν ἐκ τοῦ Εὐαγγελίου λέγει. Βούλεται δὲ δεῖξαι, ὅτι δυνάμενος κατὰ τὸν Δεσποτικὸν νόμον παρὰ τῶν μαθητῶν κομίζεσθαι τὴν ἀναγκαίαν τροφὴν, ἐργαζόμενος διετέλει καὶ ἀπὸ τῶν πόνων περιποιούμενος τὴν ἀναγκαίαν τροφὴν, διὰ τὴν τῶν μαθητῶν ὠφέλειαν. Τὸ δὲ, ἀδελφὴν γυναῖκα περιάγειν, τινὲς οὕτως ἡρμήνευσαν, ὅτι καθάπερ τῷ Κυρίῳ εἵποντο γυναῖκες πισταὶ τὴν ἀναγκαίαν τοῖς μαθηταῖς χορηγοῦσαι τροφὴν, οὕτω καί τισι τῶν ἀποστόλων ἠκολούθουν τινὲς θερμοτέραν ἐπιδεικνύμεναι πίστιν, καὶ τῆς τούτων διδασκαλίας ἐξηρτημέναι, καὶ τῷ θείῳ συνεργοῦσαι κηρύγματι. ϛʹ. «Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;» Ἀντὶ τοῦ· πᾶσιν ὁ Κύριος ἐπέτρεψε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν, καὶ μόνοι ἡμεῖς ἐστερήμεθα τῆς ἐξουσίας; Εἶτα καὶ ἀπὸ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων δίκαιόν τε τοῦτο καὶ ἀναγκαῖον δείκνυσι. ζʹ. «Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;» Οὕτω δείξας καὶ τὸν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
