Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.296
Not analysed yet
στρατιώτην ἐκ τῆς στρατείας τρεφόμενον, καὶ τὸν φυτουργὸν μεταλαγχάνοντα τοῦ καρποῦ, καὶ τὸν ποιμένα ἐκ τοῦ γάλακτος τῶν θρεμμάτων περιποιούμενον τὴν τροφὴν, ἐπήγαγε· ηʹ, θʹ. «Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται.» Εἰ δέ τινι ἀνθρώπινος εἶναι ταῦτα δοκεῖ λογισμὸς, ἀκουέτω τοῦ νόμου διαῤῥήδην διαγορεύοντος· «Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; (ιʹ) Ἢ δι' ἡμᾶς πάντως λέγει; Δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν· καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι.» Οὐ τοῦτο λέγει ὅτι τῶν βοῶν οὐ μέλει τῷ Θεῷ· μέλει γὰρ αὐτῷ· ἀλλὰ δι' ἡμᾶς μέλει· δι' ἡμᾶς γὰρ κἀκείνους ἐδημιούργησε· Δι' ὃ καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» ιαʹ. «Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσωμεν;» Τὰ πολλῷ μείζονα δεδωκότες ἁμαρτάνομεν εἰ τὰ πολλῷ ἐλάττονα λάβοιμεν; ιβʹ. «Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς;» Τοὺς κακῶς αὐτῶν ἡγουμένους διὰ τούτων ᾐνίξατο. «Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν·» τουτέστι, φέρομεν, ὑπομένομεν, καρτεροῦμεν. Διὰ τί; «Ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Λίαν ἁρμοδίως τὴν βλάβην ἐκκοπὴν προσηγόρευσεν. Οὐκ ἐᾷ γὰρ, φησὶ, τρέχειν τὸ Εὐαγγέλιον, κωλύει τὸν δρόμον, ἐπέχει τὴν διὰ τοῦ κηρύγματος σωτηρίαν. Εἶτα ἐπειδὴ βοῶν ἐμνημόνευσε, καὶ τὸν νόμον ἡρμήνευσεν· εἰκὸς δὲ ἦν ἀντιλέγειν τινὰς, ὡς οὐκ εἰς δέον τῆς ἑρμηνείας γεγενημένης, δείκνυσι σαφέστερον τὸν νόμον μαρτυροῦντα τῷ λόγῳ. ιγʹ. «Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, καὶ οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται;» Βλέπετε τοὺς κατὰ νόμον ἱερουργοῦντας, τὰ μὲν τῷ θυσιαστηρίῳ προσφέροντας, τὰ δὲ αὐτοὺς καρπουμένους. Τοῦτο γὰρ εἶπε, τῷ θυσιαστηρίῳ συμμερίζονται. Προσέφερον γὰρ τῷ μὲν θυσιαστηρίῳ τοὺς νεφροὺς, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν· αὐτοὶ δὲ ἐλάμβανον τόν τε βραχίονα τὸν δεξιὸν, καὶ τὸ στηθήνιον· δείκνυσι δὲ τῷ νόμῳ συνῳδὰ καὶ τὸν Δεσπότην προστεταχότα. ιδʹ. «Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν.» Αὐτοῦ γάρ ἐστι φωνή· «Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι.» Καὶ οὐκ εἶπεν, ἐκ τοῦ Εὐαγγελίου πλουτεῖν, ἀλλὰ ζῇν· τὴν γὰρ ἀναγκαίαν μόνην τροφὴν λαμβάνειν ἐκέλευσεν.