# Interpretatio in xiv epistulas sancti Pauli 82.297

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.297

ιεʹ. «Ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων.» Τουτέστι, παρ' ὑμῖν κηρύττων· τοῦτο γὰρ καὶ ἐν τῇ δευτέρᾳ διδάσκει Ἐπιστολῇ· «Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν;» Ὅτι γὰρ παρ' ἑτέρων ἐλάμβανεν, οὓς ὠφελεῖν διὰ τοῦ λαμβάνειν ἐνόμιζε, διδάσκει διὰ τῶν ἑξῆς· Ἄλλας Ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν.» Οὕτω καὶ Φιλιππησίους ἐπαινεῖ πολλάκις αὐτὸν ἐπιμελῶς τεθεραπευκότας. Διὰ τοῦτο καὶ Ὀνησιφόρῳ ἐπεύχεται τὰ ἀγαθά. Κορινθίων δὲ τὴν ἀσθένειαν ἐπιστάμενος, ἐργαζόμενος διετέλει, παρ' αὐτῶν οὐδὲν κομιζόμενος. Ἵνα δὲ μή τις ἐκείνων ὑπολάβῃ ταῦτα αὐτὸν εἰρηκέναι ὡς λαβεῖν. ἐφιέμενον, εἰκότως προστέθεικεν· «Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί. Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ.» Καύχημα δὲ καλεῖ τὸ προῖκα κηρύττειν, καὶ ὑπερβαίνειν τὸν κείμενον ὅρον. ιϛʹ. «Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται.» Τοῦτο ὡς δοῦλος Δεσπότῃ διακονῶν ἐκτελῶ· οὐδεὶς δὲ οἰκέτης μέγα φρονεῖ τὰ παρὰ τοῦ δεσπότου προσταττόμενα πληρῶν. «Οὐαὶ δέ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» Τιμωρίας γὰρ ἄξιον τὸ ἀντιτείνειν Δεσπότῃ. ιζʹ. «Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.» Τὸ ἑκὼν καὶ ἄκων οὐκ ἐπὶ γνώμης τέθεικεν, ἀλλὰ διδάσκων ὅτι νόμον ἐπλήρου Δεσποτικόν. ιηʹ. «Τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ Εὐαγγελίῳ.» Ἔδωκέ μοι, φησὶν, ἐξουσίαν ὁ Δεσπότης ἐκ τῶν μαθητῶν λαμβάνειν τὴν ἀναγκαίαν τροφήν· ἐγὼ δὲ οὐ χρῶμαι τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ τῆς ἐργασίας εἰσφέρω τὸν πόνον, ἵνα τὸν τοῦ πόνου τρυγήσω καρπόν. Ταῦτα πάντα διεξῆλθε, τοὺς κακῶς τῇ γνώσει κεχρημένους, καὶ ἀδεῶς τῶν εἰδωλοθύτων μεταλαμβάνοντας, καὶ τοῖς ἀσθενεστέροις πρόφασιν βλάβης παρέχοντας, ἀποστῆσαι τῆς κακῆς ἐξουσίας πειρώμενος. Οὗ δὴ χάριν ἔδειξεν ὡς, καὶ παρὰ τοῦ νόμου καὶ παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν ἐξουσίαν λαβὼν, καὶ ταύτῃ τοὺς ἀποστόλους κεχρημένους ὁρῶν, καὶ αὐτῇ τῶν πραγμάτων προσέχων τῇ φύσει, οὐδενὸς τούτων ἠνέσχετο, εἰς ἓν μόνον ἀποβλέπων, τὸν τοῦ κηρύγματος δρόμον, καὶ τῶν ἀκουόντων τὴν ὠφέλειαν. Τούτοις καὶ τὰ ἑξῆς συμφωνεῖ. ιθʹ. Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.» Ἐλευθερίαν λέγει τὴν ὑπὸ τῆς χάριτος δεδομένην. Διδάσκει δὲ σαφέστερον τί δουλείαν ἐκάλεσε. κʹ. «Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
