# Interpretatio in xiv epistulas sancti Pauli 82.300

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.300

ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω.» Ἰουδαίους, οἶμαι, τοὺς μηδέπω πεπιστευκότας καλεῖ· ὑπὸ νόμον δὲ, τοὺς τὸ μὲν Εὐαγγέλιον δεξαμένους, ἔτι δὲ τῇ τοῦ νόμου φυλακῇ προσδεδεμένους. Καὶ διὰ τούτους γάρ τοι καὶ ἐκείνους, καὶ τῆς νομικῆς καθάρσεως ἐν Ἱεροσολύμοις ἠνέσχετο, καὶ ἐν τῇ Λυκαονίᾳ τὸν Τιμόθεον περιέτεμε, καὶ ἄλλα μυρία παραπλήσια ᾠκονόμησε. κα. «Τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ, ἵνα κερδήσω ἀνόμους.» Ἀνόμους λέγει τοὺς ἔξω πολιτευομένους τοῦ νόμου. Ἔστι δὲ αὐτοῦ τὰς παντοδαπὰς οἰκονομίας ἰδεῖν, οὐ μόνον ἐν τοῖς αὐτοῦ γράμμασιν, ἀλλὰ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Ἄλλως γὰρ ἐν ταῖς Ἰουδαίων συναγωγαῖς διελέγετο, καὶ ἄλλως ἐπὶ τοῦ Ἀρείου πάγου τὴν διδασκαλίαν προσήνεγκεν, ἑκάστῳ πάθει προσφέρων κατάλληλα φάρμακα. κβʹ. «Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω.» Οὕτω καὶ Ῥωμαίοις ἐπιστέλλων ἔλεγεν· «Ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν.» Προσήκει δὲ ἡμᾶς ἀκριβῶς τὰ εἰρημένα καταμαθεῖν. Οὐ γὰρ, ὥς τινες συκοφαντοῦντες τὸν θεῖον Ἀπόστολον ἔφασαν, πρὸς τοὺς καιροὺς μετεβάλλετο· ἀλλὰ τῆς τῶν ἄλλων ὠφελείας ἕνεκα πάντα ἐπραγματεύετο. Τοῦτο γὰρ λέγει· Ἵνα Ἰουδαίους κερδήσω, ἵνα τοὺς ὑπὸ τὸν νόμον κερδήσω, ἵνα κερδήσω ἀνόμους, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Εἶτα συντόμως· «Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.» ᾜδει γὰρ ὡς οὐ πάντες τῆς σωτηρίας μεθέξουσιν, ἀλλ' ὅμως καὶ ἑνὸς ἕνεκα πάντα συνεισέφερε πόνον. κγʹ. «Τοῦτο δὲ ποιῶ διὰ τὸ Εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.» Ὁ γὰρ τοῦ Εὐαγγελίου σκοπὸς τῶν ἀνθρώπων ἡ σωτηρία. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης καὶ τελώναις συνήσθιε, καὶ ἁμαρτωλοῦ γυναικὸς παρὰ τοὺς πόδας ὀδυρομένης ἠνέσχετο, διδάσκων ὡς τῆς τῶν ἀνθρώπων ἕνεκα παρεγένετο σωτηρίας. Εἶτα λέγει ὡς ὁ μὲν πόνος τῶν τὸ Εὐαγγέλιον κηρυττόντων τοῖς σῶμα ἀσκοῦσι προσόμοιος, ὁ δὲ στέφανος οὐ παραπλήσιος, ἀλλ' ἀσυγκρίτως ὑπερέχων ἐκείνου. κδʹ. «Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτω τρέχετε ἵνα καταλάβητε.» Ἐκεῖ πολλῶν ἀγωνιζομένων, εἷς ἀνακηρύττεται μόνος, ἐνταῦθα δὲ τῶν καλῶς ἀγωνιζομένων ἕκαστος ἀξιοῦται τῆς ἀναῤῥήσεως. κεʹ. «Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται.» Ἀποβλέψατε τοίνυν εἰς τοὺς ἐκείνων πόνους. Οὐδὲ γὰρ πάντων μεταλαγχάνουσιν ὡς ἂν ἐπιθυμήσωσιν, ἀλλ' ἐκείνης ἀπολαύουσι τῆς τροφῆς, ἣν ὁ παιδοτρίβης προσφέρει. Δείξας τοίνυν τὸν πόνον, ἐπιδείκνυσι τὴν τῶν στεφάνων διαφοράν. «Ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν λάβωσι στέφανον, ἡμεῖς δὲ ἄφ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
