# Interpretatio in xiv epistulas sancti Pauli 82.305

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.305

ιδʹ. «Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας.» Κατὰ μέρος αὔξει τὴν κατηγορίαν, καὶ δείκνυσι τὴν ἀδιάφορον τῶν εἰδωλοθύτων μετάληψιν οὐδὲν διαφέρουσαν τῆς τῶν εἰδώλων λατρείας. ιεʹ. «Ὡς φρονίμοις λέγω.» Μετὰ ἐπαίνου προσφέρει τὸν ἔλεγχον, δεκτὸν αὐτὸν τῇ εὐφημίᾳ πραγματευόμενος. «Κρίνατε ὑμεῖς ὅ φημι.» Ὑμῖν κέχρημαι δικασταῖς, οἶδα γὰρ ὑμῶν τὸ συνετόν. ιϛʹ, ιζʹ. «Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Κυρίου ἐστί; Ὁ ἄρτος ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Κυρίου ἐστίν; Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν. Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.» Τῶν ἱερῶν ἀπολαύοντες μυστηρίων, οὐκ αὐτῷ κοινωνοῦμεν τῷ Δεσπότῃ, οὗ καὶ τὸ σῶμα εἶναι καὶ τὸ αἷμά φαμεν, ἐπειδὴ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μεταλαγχάνομεν; Εἶτα τοῦτο ἑτέρωθεν βεβαιοῖ. ιηʹ. «Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί;» Ἀποβλέψατε δὲ καὶ εἰς τὸν Ἰσραὴλ, καὶ μάθετε ὡς οἱ τῶν ἱερείων μεταλαμβάνοντες αὐτῷ κοινωνοῦσι τῷ θυσιαστηρίῳ, ἐπειδὴ ἐκ τοῦ ἑνὸς ἱερείου τὰ μὲν ἐκεῖ προσφέρουσι, τὰ δὲ αὐτοὶ ἐσθίουσι. Κατὰ σάρκα δὲ τὸν Ἰσραὴλ ἐκάλεσε, τὸν τῇ ἀπιστίᾳ προσμείναντα, ὡς τῶν πεπιστευκότων πνευματικοῦ Ἰσραὴλ χρηματιζόντων. ιθʹ, κʹ. «Τί οὖν φημι; ὅτι εἴδωλόν τί ἐστιν, ἢ εἰδωλόθυτόν τί ἐστιν; Ἀλλ' ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ.» Ἀλλὰ μηδείς με οἰέσθω λέγειν, ὡς ἰσχύν τινα τῶν εἰδωλοθύτων ἐχόντων, καὶ φύσει μιᾶναι τὸν μεταλαμβάνοντα δυναμένων. Οὐ γὰρ τοῦτο λέγω, ἀλλ' ὅτι οἱ τῇ δεισιδαιμονίᾳ δουλεύοντες, τοῖς δαίμοσι τὰς θυσίας προσφέρουσιν. «Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.» Εἶτα πλείονα φόβον ἐντίθησιν· «Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων.» Καὶ γὰρ ἐκεῖνοι τῶν σπονδῶν ἀπεγεύοντο. καʹ. «Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων.» Πῶς οἷόν τε ἡμᾶς καὶ τῷ Κυρίῳ κοινωνεῖν διὰ τοῦ τιμίου αὐτοῦ σώματος καὶ αἵματος, καὶ πάλιν τοῖς δαίμοσι διὰ τῆς εἰδωλοθύτου τροφῆς; κβʹ. «Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» Τὸ, παραζηλοῦμεν, ἀντὶ τοῦ, παρακνίζομεν, τέθεικεν. Ἀνέμνησε δὲ αὐτοὺς καὶ τῆς θείας φωνῆς τῆς πρὸς τὸν Ἰσραὴλ γεγενημένης· «Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν.» —»Πάντα μοι ἔξεστιν;» Κατ' ἐρώτησιν ἀναγνωστέον· εἶτα κατὰ ἀπόκρισιν· «Ἀλλ' οὐ πάντα συμφέρει.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
