Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.308
Not analysed yet
κγʹ. Πάντα μοι ἔξεστιν;» Καὶ τοῦτο ὁμοίως· «Ἀλλ' οὐ πάντα οἰκοδομεῖ.» Ἔξεστί σοι δι' ἣν λέγεις ἔχειν γνῶσιν πάντα ποιεῖν, ἀλλ' οὔτε σοι συμφέρει τὸ βλάπτειν ἑτέρους, οὔτε ἐκείνους οἰκοδομεῖ τὸ παρὰ σοῦ γινόμενον. Ἀλλὰ τέλειος εἶ· ἀλλὰ προσήκει καὶ τῶν ἀσθενεστέρων ἐπιμελεῖσθαι. Τοῦτο γὰρ ἐπήγαγε· κδʹ. «Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.» Ἐπειδὴ δὲ παντελῶς τὴν τῶν εἰδωλοθύτων μετάληψιν ἀπηγόρευσε, πλήρεις δὲ ἦσαν αἱ πόλεις κατ' ἐκεῖνο τοῦ καιροῦ τῶν τοιούτων κρεῶν, καὶ εἰκὸς ἦν τοὺς μὲν τὸν ἀποστολικὸν ἀγωνιῶντας νόμον μηδαμῶς ὠνεῖσθαι, τοὺς δὲ διὰ γαστριμαργίαν τοῦ νόμου καταφρονεῖν, ἀναγκαίως καὶ περὶ τούτου νομοθετεῖ τὰ προσήκοντα. κεʹ, κϛʹ. «Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.» Πάντα τοῦ Θεοῦ ποιήματα, πάντα αὐτὸς εἰς τὸ εἶναι παρήγαγεν. Ἀδεῶς τοίνυν ὠνεῖσθε, μὴ ἐρωτῶντες εἴτε εἰδωλόθυτόν ἐστιν, εἴτε καὶ μή· τοῦτο γὰρ λέγει ἀνακρίνοντες. κζʹ. «Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.» Οὐκ ἐκέλευσε καλούμενον ἀπελθεῖν, οὔτε μὴν ἐκώλυσε· τῇ δὲ τῶν καλουμένων ἐξουσίᾳ τὸ πρακτέον ἐπέτρεψεν. Οὐδὲ γὰρ οἷόν τε ἦν τοὺς ἀπίστους ἀγρεύεσθαι, τῆς ἐπιμιξίας ἀνῃρημένης. κηʹ. «Ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε, δι' ἐκεῖνον τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.» Καὶ ἐπὶ τοῦ ἐσθίειν τοῦτο τέθεικεν, καὶ ἐπὶ τοῦ μὴ ἐσθίειν· διδάσκων ὡς καὶ μεταλαμβάνοντας εἰδέναι δεῖ, ὅτι τοῦ Θεοῦ πάντα ποιήματα· καὶ αὖ πάλιν μὴ ἐσθίοντας τοῦτο προσήκει πεπεῖσθαι. κθʹ. «Συνείδησιν λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου.» Σὺ μὲν γὰρ οἶδας ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, καὶ τῆς τῶν εἰδώλων ἀσθενείας καταφρονεῖς· ἐκεῖνος δὲ τῇ πλάνῃ δεδουλωμένος βλάβην ἐντεῦθεν καρποῦται, εἰδωλοθύτων σε κρεῶν μεταλαμβάνειν ἡγούμενος. Τοῦτο γὰρ διδάσκει τὰ ἑξῆς· «Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;» Ἐλευθερίαν καλεῖ τὴν χάριν τῆς πίστεως. Τοῦτο γὰρ καὶ ἐν τοῖς μετὰ ταῦτα διδάσκει· λʹ. «Εἰ δὲ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;» Οὐχ ὅσιον, φησὶν, ἄλλον λωβᾶσθαι διὰ τῆς ἐμῆς τελειότητος. λα. «Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Καλῶς ἅπαντα περιέλαβε, καὶ τὸ καθῆσθαι, καὶ τὸ βαδίζειν, καὶ τὸ