# Interpretatio in xiv epistulas sancti Pauli 82.309

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.309

διαλέγεσθαι, καὶ τὸ ἐλεεῖν, καὶ τὸ παιδεύειν, ὥστε πάντων ἕνα ἡγεῖσθαι σκοπὸν τὴν τοῦ Θεοῦ δόξαν. Οὕτω καὶ ὁ Κύριος παρηγγύησε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὕτω κἀνταῦθα· λβʹ. «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Ἐξ ὑμῶν πρόφασις σκανδάλου μηδεμία γενέσθω, μὴ τοῖς ἀπιστοῦσι, μὴ τοῖς ἤδη πιστεύσασι. λγʹ. «Καθὼς ἐγὼ πάντα πᾶσιν ἀρέσκω.» Ἀλλὰ τοῦτο κολάκων ἴδιον· ἀλλὰ τὸ ἑξῆς λεγόμενον οὐ τῶν τοιούτων. «Μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.» Οἱ δὲ κόλακες οὐ τὸ ἀλλότριον συμφέρον, ἀλλὰ τὸ οἰκεῖον ζητοῦσι· μᾶλλον δὲ οὐ τὸ οἰκεῖον· ἑαυτοῖς γὰρ πρὸ τῶν ἄλλων λυμαίνονται. Ὁ δὲ θεῖος Ἀπόστολος τὸ μὲν οἰκεῖον οὐκ ἐζήτει, τὴν δὲ τῶν ἄλλων ἐπραγματεύετο σωτηρίαν, δι' ἐκείνων αὔξων ἀνώλεθρον πλοῦτον. ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ» Ταύτας μου τὰς οἰκονομίας ζηλώσατε. Καὶ γὰρ ἐγὼ τὸν Δεσπότην μεμίμημαι, ὃς ἑτέρως μὲν Ἰουδαίοις, ἑτέρως δὲ τοῖς Ἀποστόλοις ὡμίλει· καὶ ἄλλα μὲν τοῖς τελείοις, ἄλλα δὲ τοῖς ἀτελέσι προσέφερεν. Οὕτω συμπεράνας τὴν περὶ τῶν εἰδωλοθύτων κατηγορίαν, ἕτερα πάλιν ἁμαρτήματα διορθοῦται. Καὶ γὰρ εἰώθασιν αἱ Κορινθίων γυναῖκες οὐδὲ κατὰ τὸν τῆς προσευχῆς καιρὸν καλύπτειν τὰς κεφαλάς· ἔνιαι δὲ, ἐπ' εὐγλωττίᾳ σεμνυνόμεναι, καὶ διδάσκειν ἐπεχείρουν ἐν ἐκκλησίᾳ. Τοῦτο τοίνυν ἐνταῦθα διορθοῦται. βʹ. «Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ὅτι μου μέμνησθε πάντες, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε.» Οὐδὲ οὗτος ἔπαινος ἀληθής· ἐπιμέμφεται γὰρ μᾶλλον αὐτοῖς, ὡς τοὺς τεθέντας οὐ φυλάξασιν ὅρους. γʹ. «Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.» Τοῖς ἀνδράσιν ὑποτάξαι βουλόμενος τὰς γυναῖκας, καὶ διδάσκων ὡς οὐ προσήκει διδασκαλίας κατατολμᾷν, ἣν ἄνωθεν ὑπὸ τὴν τοῦ ἀνδρὸς τελεῖν ἐξουσίαν προσέταξεν ὁ Θεὸς, τούτοις τοῖς λόγοις ἐχρήσατο. Οὐ γὰρ δόγματα θεῖα παραδιδοὺς, οὐδὲ θεολογίᾳ κεχρημένος, τὴν τάξιν ταύτην συνήρμοσεν. Οἱ δὲ Ἀρείου καὶ Εὐνομίου κτίσμα καὶ ποίημα τὸν Υἱὸν καὶ ἐντεῦθεν ἀποδεικνύναι πειρῶνται. Κεφαλὴ γὰρ, φησὶ, Χριστοῦ ὁ Θεός. Οὐκοῦν καὶ ἡ γυνὴ ποίημα τοῦ ἀνδρὸς, ἐπειδήπερ κεφαλὴ γυναικὸς ὁ ἀνήρ. Ἡ δὲ γυνὴ οὐ ποίημα τοῦ ἀνδρὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ ἀνδρός. Οὐδὲ ὁ Υἱὸς ἄρα ποίημα τοῦ Θεοῦ, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
