# Interpretatio in xiv epistulas sancti Pauli 82.316

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.316

ιθʹ. «Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.» Αἱρέσεις τὰς φιλονεικίας λέγει, οὐ τὰς τῶν δογμάτων διαφοράς. Τὸ δὲ δεῖ οὐκ ἀναγκαστικόν. Τοιοῦτόν ἐστι καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι· «Τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη.» Ὡς ἀκριβῶς γὰρ τὰ ἐσόμενα προορῶν, ὃ προεῖδε προείρηκεν, οὐκ αὐτὸς γενέσθαι ἠνάγκασεν. Ἀλλὰ τοῦτο, φησὶν ὁ θεῖος Ἀπόστολος, οὐ λυμαίνεται· ἐλεγχομένων τῶν πονηρίᾳ συζώντων, τῶν ἀρίστων ἀνδρῶν τὸ δόκιμον δείκνυται. κʹ. «Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν.» Κυριακὸν δεῖπνον καλεῖ τὸ Δεσποτικὸν μυστήριον. Ἐκείνου γὰρ πάντες ὁμοίως μεταλαμβάνουσι, καὶ οἱ πενίᾳ συζῶντες καὶ οἱ πλούτῳ κομῶντες, καὶ οἰκέται καὶ δεσπόται, καὶ ἄρχοντες καὶ ἀρχόμενοι. Ἔδει τοίνυν, φησὶ, καὶ τὰς κοινὰς τραπέζας εἶναι κοινὰς, καὶ τὴν Δεσποτικὴν μιμεῖσθαι, ἣ πᾶσιν ὁμοίως πρόκειται· νῦν δὲ οὐχ οὕτω δρᾶτε. καʹ. «Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.» Ἔδειξε τῆς Δεσποτικῆς τραπέζης τὰς κοινὰς τραπέζας, ἐναντίας ἐκ διαμέτρου. Ἐξ ἐκείνης μὲν γὰρ ἴσως μεταλαμβάνουσιν ἅπαντες· ἐνταῦθα δὲ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Καὶ οὐκ εἶπε, πίνει ἢ κορέννυται, ἀλλὰ, μεθύει· διπλῆν τὴν κατηγορίαν ποιούμενος, καὶ ὅτι μόνος πίνει, καὶ ὅτι μεθύει. Εἶτα ἐπιτιμητικῶς· κβʹ. «Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν, ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; «Εἰ τοῦ τρυφᾷν ἕνεκα παραγίνεσθε, ἐν ταῖς οἰκίαις τοῦτο δρᾶτε· ὕβρις γὰρ τοῦτο τῇ ἐκκλησίᾳ, καὶ προφανὴς παροινία. Πῶς γὰρ οὐκ ἄτοπον, ἔνδον ἐν τῷ τοῦ Θεοῦ ναῷ, τοῦ Δεσπότου παρόντος, ὃς κοινὴν ἡμῖν παρέθηκε τράπεζαν, ὑμᾶς μὲν τρυφᾷν, τοὺς δὲ δεομένους πεινῇν, καὶ διὰ τὴν πενίαν ἐρυθριᾷν; «Τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ.» Τῇ συνήθει πραότητι κέχρηται· πνευματικῶς, οὐ δικαστικῶς ἐπιμέμφεται. Εἶτα σαφέστερον τῶν ἱερῶν αὐτοὺς, ἀναμιμνήσκει μυστηρίων. κγʹ—κεʹ. «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν ὅτι Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, λαβὼν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ Διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Ἀνέμνησεν αὐτοὺς τῆς ἱερᾶς ἐκείνης καὶ παναγίας νυκτὸς, ἐν ᾗ καὶ τῷ τυπικῷ Πάσχα τὸ τέλος ἐπέθηκε, καὶ τοῦ τύπου τὸ ἀρχέτυπον ἔδειξε, καὶ τοῦ σωτηρίου μυστηρίου τὰς θύρας ἀνέῳξε, καὶ οὐ μόνον τοῖς ἕνδεκα ἀποστόλοις, ἀλλὰ καὶ τῷ προδότῃ, τοῦ τιμίου μετ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
