# Interpretatio in xiv epistulas sancti Pauli 82.321

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.321

τὸν ὄντως καταλιπόντες Θεὸν, πολλοῖς τὸ σέβας τὸ θεῖον προσήνεγκαν. Οὐ πάντα γὰρ ἰσχύειν ἐνόμιζον ἕκαστον, ἀλλὰ τὸν μὲν σοφίας, τὸν δὲ πολεμικῆς ἐμπειρίας, τὸν δὲ ναυτικῆς ἐπιστήμης χορηγὸν ὑπελάμβανον. Τοῦτο τοίνυν ὁ θεῖος Ἀπόστολος διὰ τῶν εἰρημένων δεδήλωκεν, ὅτι πρὶν δέξησθε τῆς εὐσεβείας τὸ φῶς, ἔτι τῷ ψεύδει δουλεύοντες, δίκην ἀλόγων τῇδε κἀκεῖσε περιήγεσθε, τῇ τῶν ἀναισθήτων εἰδώλων ἐξαπάτῃ δεδουλωμένοι. γʹ. «Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Παρ' ἡμῖν δὲ πλείστη συμφωνία τε καὶ ὁμόνοια. Οὐ γὰρ ἄλλα μὲν ὁ μονογενὴς Υἱὸς, ἄλλα δὲ διδάσκει τὸ πανάγιον Πνεῦμα· ἀλλὰ ὥσπερ ἐν τοῖς θείοις Εὐαγγελίοις τοῦ παναγίου Πνεύματος τὴν ἀξίαν ἐδίδαξεν ὁ Δεσπότης Χριστὸς, οὕτως τὴν αὐτοῦ δεσποτείαν τὸ θεῖον ἐκήρυξε Πνεῦμα. Καὶ οὐχ οἷόν τε τὸν ὑπὸ τοῦ θείου Πνεύματος ἐνεργούμενον, ἀλλότριον τῆς θείας φύσεως τὸν Χριστὸν ἀποφῆναι· οὐδ' αὖ πάλιν αὐτὸν εἰλικρινῶς ὁμολογῆσαι Θεὸν, μὴ ὑπ' ἐκείνης τῆς χάριτος φωτιζόμενον. δʹ—ϛʹ. «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτός ἐστι Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Σαφῶς ἡμῖν διὰ τούτων τὸν εἰρημένων σκοπὸν ἀπεκάλυψεν. Ἔδειξε γὰρ πολλὰ μὲν καὶ διάφορα τὰ διδόμενα χαρίσματα, μίαν δὲ τὴν τούτων πηγήν. Τὰ γὰρ αὐτὰ ἔφη χορηγεῖσθαι, καὶ παρὰ τοῦ παναγίου Πνεύματος, καὶ παρὰ τοῦ Κυρίου, καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Τὰ αὐτὰ γὰρ χαρίσματα καὶ διακονίας καὶ ἐνεργήματα προσηγόρευσε. Χαρίσματα δὲ καλεῖται, διὰ τὸ κατὰ θείαν δίδοσθαι φιλοτιμίαν· διακονίαι δὲ, ἐπειδὴ δι' ἀνθρώπων τῶν εἰς ταύτην τεταγμένων τὴν λειτουργίαν ἐδίδοντο. Οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους εἶπεν· «Ἐφ' ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω.» Καὶ Τιμοθέῳ γράφων, νῦν μέν· «Τὴν διακονίαν σου πληροφόρησον·» νῦν δέ· «Ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ.» Ἐνεργήματα δὲ πάλιν ἐκάλεσε, τὰ χαρίσματα, ὡς ὑπὸ τῆς θείας ἐνεργούμενα φύσεως. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον τῶν ἀνοήτων αἱρετικῶν, τὰ μὲν ἔφη ὑπὸ τοῦ Πνεύματος ἐνεργεῖσθαι, τὰ δὲ ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· ἀλλὰ τῶν αὐτῶν δωρεῶν χορηγὸν ἔδειξε τὴν ἁγίαν Τριάδα· καὶ τοῦτο ἐν τοῖς ἑξῆς διδάσκει σαφέστερον. Ἐνταῦθα γὰρ εἰρηκὼς τὸν Θεὸν ἐνεργεῖν, μετὰ βραχέα φησί· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Ταῦτα μέντοι πρὸς τὰς Ἑλληνικὰς δόξας τέθεικεν ἐπὶ τοῦ παρόντος ὁ θεῖος Ἀπόστολος, ἐκείνων μὲν τὴν διαφωνίαν δεικνὺς, πρὸς δὲ τοῦτο καὶ τοὺς τὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
