# Interpretatio in xiv epistulas sancti Pauli 82.328

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.328

ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν.» Ὑφ' ἑνὸς ἅπαντες ἐνεουργήθημεν Πνεύματος, τῆς αὐτῆς ἅπαντες ἐν τῷ βαπτίσματι δωρεᾶς ἀπελαύσαμεν, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων ὁμοίως εἰλήφαμεν, τῶν θείων μυστηρίων παραπλησίως μεταλαγχάνομεν. Εἰς ἓν τοιγαροῦν σῶμα τελοῦμεν, εἰ καὶ διάφορα ἔχομεν μέλη. Τοῦτο γὰρ εἶπεν, Εἰς ἓν σῶμα ἐβαπτίσθημεν, ἀντὶ τοῦ, ἐπὶ τούτῳ ὥστε εἰς ἓν σῶμα τελεῖν. ιδʹ. «Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.» Οὐδὲ γὰρ τὸ σῶμα ἁπλοῦν ἐστιν, ἀλλ' ἐκ πολλῶν μορίων συγκείμενον. ιεʹ, ιϛʹ. Ἐὰν εἴπῃ ὁ ποῦς, Ὅτι οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;» Πάλιν τοὺς τὰ ἐλάττονα τῶν χαρισμάτων εἰληφότας διὰ τούτων παιδεύει μὴ δυσχεραίνειν, ἀλλὰ στέργειν τὰ δεδομένα. Εἰ γὰρ καὶ μὴ χειρὸς ἐνέργειαν ἀλλὰ ποδὸς πληροῖς, μήτε μὴν ὀφθαλμοῦ χρείαν, ἀλλ' ἀκοῆς ἐκτελεῖς, εἰδέναι σε χρὴ ὡς καὶ ταῦτα ἀναγκαῖα τῷ σώματι. ιζʹ. «Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις;» Εἰ γὰρ ἔμελλεν ἅπαν τὸ σῶμα ἓν ἔχειν μέλος τὸ τιμιώτατον, ἄχρηστον ἂν ἦν παντελῶς, τῶν λοιπῶν ἐστερημένον μελῶν. ιηʹ. «Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.» Ἱκανὰ ἦν καὶ ταῦτα πεῖσαι τὸν δυσχεραίνοντα, στέργειν τὰ δεδομένα. Εἰ γὰρ ὁ Θεὸς τοῖς τοῦ σώματος μορίοις τὰς ἐνεργείας ἀπένειμεν, ὁ μὴ τοῖς κειμένοις ὅροις ἐμμένων, ἀντικρὺ ἀντιτείνει τῷ τεθεικότι τοὺς ὅρους. Καὶ διὰ τούτων μέντοι τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος τὸ ὁμότιμον ἔδειξε. Καὶ γὰρ περὶ τοῦ Πνεύματος εἴρηκεν, ὅτι πάντα ταῦτα ἐνεργεῖ καθὼς βούλεται· καὶ περὶ τοῦ Θεοῦ, ὅτι ἔθετο τὰ μέλη καθὼς ἠθέλησεν. ιθʹ, κʹ. «Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.» Ἄχρηστον γὰρ ἂν ἦν τὸ σῶμα, τὴν τῶν μελῶν οὐκ ἔχον διαφοράν. Ἐντεῦθεν λοιπὸν τοὺς τὰ μείζονα τῶν χαρισμάτων εἰληφότας διδάσκει, μὴ διαπτύειν τοὺς ἄλλους, ἀλλ' ὡς ἀναγκαῖα μέλη τιμᾷν. καʹ, κγʹ. «Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω. Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα τοῦ σώματος μέλη ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι. Καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν.» Ἀσθενέστερα τῶν μορίων, καὶ ἀναγκαιότερα, τὸ ἧπαρ καὶ ὁ ἐγκέφαλος· τούτων γὰρ τὰ ὀστᾶ στεγανώτερα· ἀλλ' ὅμως πλείονος ἀσφαλείας τετύχηκε παρὰ τοῦ Ποιητοῦ. Ἀτιμότεροι δὲ πάλιν τῶν τοῦ σώματος μορίων εἶναι δοκοῦσιν οἱ πόδες· ἀλλὰ καὶ τούτων πολλὴν ποιούμεθα πρόνοιαν, τοῖς ὑποδήμασιν αὐτοὺς συγκαλύπτοντες.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
