# Interpretatio in xiv epistulas sancti Pauli 82.329

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.329

«Καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει. (κδʹ.) Τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει.» Τὸ μὲν γὰρ πρόσωπον οὐ δεῖται καλύμματος· τὰ δὲ παιδογόνα μόρια καὶ ἡμεῖς τῇ ἐσθῆτι καλύπτομεν, καὶ ἡ φύσις αὐτοῖς τὰς τρίχας οἷόν τι περιβόλαιον περιτέθεικε. Τοῦτο γὰρ ἐπήγαγεν· «Ἀλλ' ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν τιμὴν δούς.» Οὕτω τοῖς γλουτοῖς τὸ τῆς ἀποκρίσεως συνεκάλυψε μόριον. Ἀσχήμονα δὲ κέκληκεν ἀπὸ τῆς κατεχούσης δόξης. κεʹ, κϛʹ. «Ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.» Ταύτην ἔστιν εὑρεῖν τὴν ἄκραν κοινωνίαν κρατοῦσαν ἐν τοῖς μορίοις τοῦ σώματος. Καὶ γὰρ τοῦ ποδὸς προσπταίοντος, ἅπαν ἀνιᾶται τὸ σῶμα· καὶ ὄνυχος πέρα τῆς χρείας τεμνομένου, πάντοσε χωρεῖ τῆς ὀδύνης ἡ αἴσθησις· καὶ γλώττης βλασφημούσης ἢ ψευδομένης, δακρύουσιν ὀφθαλμοί· καὶ αὖ πάλιν ῥητορευούσης μειδιῶσι, τὴν εὐφροσύνην ὑποσημαίνοντες. Οὕτω τὴν εἰκόνα δείξας διὰ πλειόνων, ἐπὶ τὸ προκείμενον μεταβαίνει. κζʹ. «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.» Οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ κατὰ τὴν οἰκουμένην πεπιστευκότες. Διὰ τοῦτο γὰρ τὸ ἐκ μέρους προστέθεικεν. Εἶτα διδάσκει τῆς Ἐκκλησίας τὰ τάγματα. κηʹ. «Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους.» Οὐ μόνον λέγει τοὺς δώδεκα, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντα, καὶ τοὺς μετὰ ταῦτα τῆς χάριτος ταύτης τετυχηκότας. Καὶ γὰρ καὶ αὐτὸς ὕστερον κληθεὶς τῆς χειροτονίας ταύτης τετύχηκε, καὶ ὁ μακάριος Βαρνάβας, καὶ ἕτεροι πρὸς τούτοις μύριοι· καὶ τὸν Ἐπαφρόδιτον δὲ ἀπόστολον τῶν Φιλιππησίων καλεῖ· «Ὑμῶν γὰρ, φησὶν, ἀπόστολον καὶ συνεργὸν τῆς χρείας μου.» —»Δεύτερον προφήτας.» Οὐ τοὺς πρὸ τῆς χάριτος λέγει, ἀλλὰ τοὺς ἐν τῇ χάριτι· ἐξ ὧν ἦν Ἄγαβος, καὶ οἱ ἐν Ἀντιοχείᾳ προφητεύσαντες, καὶ αὐτὸς ὁ θεῖος Ἀπόστολος. «Τρίτον διδασκάλους.» Καὶ γὰρ οὗτοι ὑπὸ τῆς θείας ἐμπνεόμενοι χάριτος, καὶ τὴν περὶ τῶν θείων δογμάτων διδασκαλίαν προσέφερον, καὶ τὴν ἠθικὴν ἐποιοῦντο παραίνεσιν. «Ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων.» Τούτων τὴν διδασκαλίαν προτέθεικεν, οὐχ ἁπλῶς, ἀλλὰ διδάσκων ὡς ἐκεῖνα διὰ ταύτην, οὐκ αὐτὴ δι' ἐκεῖνα. Ἡ γὰρ διδασκαλία τὴν σωτηρίαν ἐπραγματεύετο· ἐπειδὴ δὲ χωρὶς σημείων οὐκ ἐδέχοντο ταύτην, ἀναγκαίως οἷόν τινα ἐνέχυρα τὰ θαύματα τοῖς προσιοῦσιν ἐδίδοντο. «Ἀντιλήψεις, κυ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
