# Interpretatio in xiv epistulas sancti Pauli 82.336

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.336

τεῖται δρᾶσαι, ἄσχημον τὴν τοιαύτην πρᾶξιν ὑπολαμβάνων. «Οὐ ζητεῖ τὰ ἑαυτῆς.» Τοῦτο πολλάκις ὁ θεῖος Ἀπόστολος εἴρηκε· «Μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.» — «Οὐ παροξύνεται.» Κἄν τι λυπηρὸν παρά τινος γένηται, φέρει μακροθύμως δι' ἣν ἔχει φιλοστοργίαν. «Οὐ λογίζεται τὸ κακόν.» Συγγινώσκει τοῖς ἐπταισμένοις, οὐκ ἐπὶ κακῷ σκοπῷ ταῦτα γεγενῆσθαι ὑπολαμβάνων. ϛʹ. «Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ.» Μισεῖ τὰ παράνομα, συνευφραίνεται τοῖς καλοῖς. ζʹ. «Πάντα στέγει.» Ἀνέχεται διὰ τὴν ἀγάπην τῶν λυπηρῶν. «Πάντα πιστεύει.» Ἀψευδῆ νομίζει τὸν ἀγαπώμενον. «Πάντα ἐλπίζει.» Κἂν ἐπὶ τὸ χεῖρον ἴδῃ ῥέψαντα, προσμένει αὐτοῦ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. «Πάντα ὑπομένει.» Οὐδὲν αὐτὸν τῶν εἰς αὐτὸν γινομένων ἀποῤῥίψαι δύναται τῆς ἀγάπης. Ταῦτα κατὰ μέρος διεξελθὼν ὁ θεῖος Ἀπόστολος, καὶ θεασάμενος εἰς τὴν τῆς ἀγάπης εὐφημίαν οὐκ ἐξαρκοῦσαν τὴν γλῶτταν, ἐπάγει συντόμως· ηʹ. «Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Τουτέστιν, οὐ διασφάλλεται, ἀλλ' ἀεὶ μένει βεβαία, καὶ ἀσάλευτος, καὶ ἀκίνητος, ἐς ἀεὶ διαμένουσα. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδίδαξεν· «Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται.» Ὁ γὰρ μέλλων βίος τούτων ἀνενδεής. Περιττὴ γὰρ ἡ προφητεία τῶν πραγμάτων παρόντων· ἄχρηστοι δὲ καὶ αἱ γλῶσσαι, τῆς τούτων ἀναιρουμένης διαφορᾶς· ἡ γνῶσις δὲ παύεται ἡ ἐλάττων χορηγουμένης τῆς μείζονος. Τοῦτο γὰρ ἐπήγαγεν· θʹ, ιʹ. «Ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.» Περιττὴ γὰρ τοῖς τελείοις τῶν μειρακίων ἡ γνῶσις. Ταύτῃ γὰρ κέχρηται τῇ εἰκόνι καὶ ὁ θεῖος Ἀπόστολος· ιαʹ. «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου.» Οἱ γὰρ μετὰ τὴν τελείαν ἡλικίαν ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενοι, τῆς μειρακιώδους οὐ προσδέονται γνώσεως. Ἀπείκασε τοίνυν τὴν μὲν ἐπὶ τοῦ παρόντος βίου δεδομένην ἡμῖν γνῶσιν τῇ τῶν νηπίων γνώσει, τὴν δέ γε προσδοκωμένην, τῇ τῶν τελείων ἀνδρῶν· διδάσκων πάλιν διὰ τούτων, μὴ μέγα φρονεῖν ἐπὶ τῇ γνώσει τοὺς κατατέμνοντας τῆς Ἐκκλησίας τὸ σῶμα. ιβʹ. «Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.» Σκιὰ, φησὶ, τὰ παρόντα τῶν μελλόντων. Ἐν γὰρ τῷ παν-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
