# Interpretatio in xiv epistulas sancti Pauli 82.337

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.337

αγίῳ βαπτίσματι τὸν τύπον ὁρῶμεν τῆς ἀναστάσεως, τότε δὲ αὐτὴν ὀψόμεθα τὴν ἀνάστασιν. Ἐνταῦθα τὰ σύμβολα τοῦ Δεσποτικοῦ θεώμεθα σώματος, ἐκεῖ δὲ αὐτὸν ὀψόμεθα τὸν Δεσπότην. Τοῦτο γὰρ, Πρόσωπον πρὸς πρόσωπον. Ὁρῶμεν δὲ αὐτοῦ οὐ τὴν ἀθέατον φύσιν τὴν πᾶσιν ἀόρατον, ἀλλὰ τὴν ἐξ ἡμῶν ληφθεῖσαν. «Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.» Οὐ τοῦτο λέγει, ὅτι Ὡς ἔγνωσμαι, γνώσομαι αὐτόν· ἀλλ', Ἀκριβέστερον αὐτὸν ὄψομαι, ἅτε δὴ προσῳκειωμένος αὐτῷ. Τὸ γὰρ, ἐπεγνώσθην, ἀντὶ τοῦ, ᾠκειώθην τέθεικεν. Οὕτω καὶ τῷ Μωσεῖ ἔφη· «Οἶδά σε παρὰ πάντας.» Καὶ ὁ Ἀπόστολος· «Οἶδε Κύριος τοὺς ὄντας αὐτοῦ,» ἀντὶ τοῦ, πλείονος αὐτοὺς ἀξιοῖ προμηθείας. ιγʹ. «Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.» Ἔδειξε παυόμενα τὰ χαρίσματα, μόνην δὲ τὴν ἀγάπην μένουσαν. Ἔδειξε δὲ καὶ τῶν γνωμικῶν κατορθωμάτων αὐτὴν ὑπερέχουσαν. Περιττὴ γὰρ πίστις ἐν τῷ μέλλοντι βίῳ, τῶν πραγμάτων ἐναργῶς φαινομένων. Εἰ γὰρ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων φαινομένων οὐκ ἔτι χρεία τῆς πίστεως. Οὕτω καὶ ἐλπὶς ἐκεῖ περιττή· «Ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει;» Ἡ δέ γε ἀγάπη ἐκεῖ μᾶλλον ἔχει τὸ κράτος, τῶν παθῶν παυομένων, καὶ τῶν μὲν σωμάτων ἀφθάρτων γενομένων, τῶν δὲ ψυχῶν οὐκέτι νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα προαιρουμένων. ΚΕΦΑΛ. ΙΔʹ. αʹ. «Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.» Ἐπειδὴ τοίνυν οὕτω μέγιστόν ἐστι τῆς ἀγάπης τὸ χρῆμα, τὴν ταύτης κτῆσιν περὶ πολλοῦ ποιεῖσθε, μηδὲ τῶν πνευματικῶν ἀμελοῦντες χαρισμάτων· πρὸ δέ γε τῶν ἄλλων τὴν προφητείαν ἀσπάζεσθε. Πάλιν γὰρ τὴν ἐπὶ τῷ χαρίσματι τῶν γλωττῶν φιλοτιμουμένην τὴν ὀφρὺν καταστέλλει. βʹ. «Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· Πνεύματι δὲ λαλεῖ μυστήρια.» Ἀμφότερα κατὰ ταυτὸν ποιεῖ, καὶ τῆς ἐκείνων φιλοτιμίας κατηγορεῖ, καὶ τοῦ χαρίσματος διδάσκει τὴν χρείαν. Ἐδόθη γὰρ τοῦτο τοῖς κήρυξι διὰ τὰς διαφόρους τῶν ἀνθρώπων φωνάς· ἵνα πρὸς Ἰνδοὺς ἀφικνούμενοι, τῇ ἐκείνων χρώμενοι γλώττῃ, τὸ θεῖον προσφέρωσι κήρυγμα· καὶ Πέρσαις πάλιν διαλεγόμενοι, καὶ Σκύθαις, καὶ Ῥωμαίοις, καὶ Αἰγυπτίοις, ταῖς ἑκάστων κεχρημένοι φωναῖς τὴν εὐαγγελικὴν διδασκαλίαν κηρύττωσι. Περιττὸν τοίνυν ἦν τοῖς ἐν Κορίνθῳ διαλεγομένοις, τῇ Σκυθῶν, ἢ Περσῶν, ἢ Αἰγυπτίων κεχρῆσθαι φωνῇ, ἐπαΐειν ἐκείνων οὐ δυναμένων. Οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
