# Interpretatio in xiv epistulas sancti Pauli 82.345

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.345

τὰ μέλη τοῦ σώματος. Διὰ γὰρ τοῦ, συνέρχησθε, τὸ ἓν ἔδειξε τὸ σῶμα· διὰ δὲ τοῦ, ἕκαστος ὑμῶν τόδε ἔχει καὶ τόδε, τὴν τῶν μελῶν διαφοράν· εἶτα πάλιν τὴν τῷ κοινῷ παρ' ἑκάστου προσφερομένην ὠφέλειαν· Πάντα πρὸς οἰκοδομὴν γινέσθω. κζʹ. «Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος.» Μὴ κοινῇ διαλέγεσθε· τοῦτο γὰρ ἀταξίας καὶ συγχύσεως· μήτε μὴν πολλοί· ἀρκοῦσι γὰρ καὶ δύο, ἀλλ' ὅμως μέχρι τριῶν ὁρίσθω τῶν οὕτω διαλεγομένων ἀριθμός. «Καὶ εἷς διερμηνευέτω.» Χρὴ γὰρ τοὺς παρόντας νοεῖν τὰ λεγόμενα. κηʹ. «Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ.» Ἀτοπώτατον γὰρ κατὰ φιλοτιμίαν καὶ μὴ δι' ὠφέλειαν τῷ θείῳ κεχρῆσθαι χαρίσματι. κθʹ. «Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.» Καὶ ἤδη ὁ θεῖος Ἀπόστολος τοῖς πνευματικοῖς χαρίσμασι κατέλεξε τὴν τῶν πνευμάτων διάκρισιν. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι, τοὺς τοῦδε τοῦ χαρίσματος ἠξιωμένους διακρίνειν τὰ λεγόμενα, εἰ κατ' ἐνέργειαν τοῦ θείου Πνεύματος λέγεται. Ὥσπερ γὰρ τοῖς προφήταις ψευδοπροφήτας ἀντέταξεν ὁ διάβολος, οὕτω τοῖς ἀποστόλοις ψευδαποστόλους. Καὶ τοῦτο ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους διδάσκει· «Οἱ γὰρ τοιοῦτοι, φησὶ, ψευδαπόστολοι ἐργάται δόλιοι.» λʹ. «Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.» Ἐὰν, φησὶν, ἄλλον παρακινήσῃ ἡ χάρις τοῦ Πνεύματος, παραχωρείτω ὁ τοῦ λέγειν ἀρξάμενος. λαʹ. «Δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται.» Μηδὲν ἀτάκτως, μηδὲ συγκεχυμένως γινέσθω· καὶ γὰρ οἷόν τε πάντας ὑμᾶς τὴν προφητείαν τοῖς ἀθροιζομένοις προσφέρειν, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ὄνησιν πραγματεύεσθαι. Αὕτη μέχρι τοῦ παρόντος ἡ τάξις ἐν ταῖς Ἐκκλησίαις μεμένηκε, καὶ τῶν διδασκάλων οἱ μὲν ἐν ταύτῃ τῇ πανηγύρει, οἱ δὲ ἐν ἑτέρᾳ τῷ λαῷ διαλέγονται. λβʹ. «Καὶ πνεῦμα προφητῶν προφήταις ὑποτάσσεται.» Πνεῦμα καλεῖ τὰ χαρίσματα. Οὕτως Ἰησοῦς ὑπετάσσετο τῷ Μωϋσεῖ· οὕτως ὁ Ἑλισσαῖος τῷ Ἠλίᾳ· οὕτως αὐτῷ τῷ Ἑλισσαίῳ τὸ πλῆθος τῶν προφητῶν· οὕτως αὐτῷ τῷ Ἀποστόλῳ Τιμόθεος, καὶ Τίτος, καὶ οἱ λοιποί. λγʹ. «Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ' εἰρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων.» Οὐδὲν καινὸν νομοθετοῦμεν, ἀλλὰ τοὺς τῶν Ἐκκλησιῶν ὑμᾶς διδάσκομεν νόμους, οὓς αὐτὸς τέθεικε τῆς εἰρήνης ὁ Πρύτανις. Ἐπειδὴ δὲ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες τῆς πνευματικῆς ἀπήλαυσαν χά-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
