# Interpretatio in xiv epistulas sancti Pauli 82.348

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.348

ριτος (τοῦτο γὰρ καὶ διὰ Ἰωὴλ τοῦ προφήτου προηγόρευσεν ὁ Θεός· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν»), ἀναγκαίως καὶ περὶ τούτων ἐνομοθέτησεν. λδʹ. «Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.» Τῇ γὰρ Εὔᾳ εἴρηκεν ὁ Θεός· «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.» λεʹ. «Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίαις λαλεῖν.» Εἶτα πάλιν κατ' ἐπιτίμησιν· λϛʹ. «Ἢ ἀφ' ὑμῶν ἐξῆλθεν ὁ λόγος τοῦ Θεοῦ, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;» Οὔτε πρῶτοι, οὔτε μὴν μόνοι τὸ εὐαγγελικὸν ἐδέξασθε κήρυγμα· μὴ τοίνυν τοῖς οἰκείοις ἀρκεῖσθε, ἀλλὰ ταῖς τῶν Ἐκκλησιῶν νομοθεσίαις ἀκολουθεῖτε. λζʹ. «Εἴ τις δοκεῖ προφήτης εἶναι, ἢ πνευματικὸς, γινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν ἐντολαί.» Τοὺς ἔνοικον ἔχοντας τὸ θεῖον Πνεῦμα πνευματικοὺς προσηγόρευσεν. Ὁ δὲ τῆς χάριτος ταύτης ἐστερημένος, συνιέναι οὐ δύναται. Ὅθεν ἐπήγαγεν· ληʹ. «Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.» Εἶτα παραινετικῶς· λθʹ. «Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε.» Πάλιν τὸ μὲν ἔδειξε τιμιώτερον, τὸ δὲ καὶ αὐτὸ χρειῶδες· τοῦτο γὰρ δηλοῖ τὸ, μὴ κωλύετε. μʹ. «Πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.» Τὴν δὲ τάξιν ἐν τοῖς πρόσθεν ἐδίδαξεν. Ταύτην καὶ ἡμεῖς τὴν εὐταξίαν φυλάξωμεν, καὶ ταῖς ἀποστολικαῖς νομοθεσίαις ἀκολουθήσωμεν, ἵνα τῆς τοῦ νομοθέτου μεταλάχωμεν κοινωνίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι πρέπει δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. Τὴν περὶ τῶν πνευματικῶν χαρισμάτων ὁ θεῖος Ἀπόστολος συμπεράνας διδασκαλίαν προὔργου νενόμικε καὶ τοὺς περὶ τῆς ἀναστάσεως λόγους διεξελθεῖν. Καὶ γάρ τινες ἀπατεῶνες ἀπεβουκόλουν αὐτοὺς, λέγοντες μὴ ἔσεσθαι σωμάτων ἀνάστασιν. Τῆς δὲ πνευματικῆς σοφίας ἀνάπλεως ὢν, οὐχ ἁπλῶς, ἀλλὰ πρῶτον τὸν τῆς Δεσποτικῆς ἐνανθρωπήσεως διδάσκει σκοπόν· καὶ δείκνυσι καὶ τὸν σταυρὸν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος διὰ τὴν κοινὴν γεγενημένην ἀνάστασιν· καὶ τοῦτο σαφέστερον ἐξ αὐτῶν μαθησόμεθα τῶν ῥητῶν. [ΚΕΦΑΛ. ΙΕʹ.] αʹ, βʹ. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
