Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.349
Not analysed yet
καὶ ἑστήκατε· δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.» Πάλιν τῇ διδασκαλίᾳ τὴν εὐφημίαν ἀνέμιξε, προλεαίνων τὴν ἀκοήν. Διὰ τοῦτο εἶπεν, ἐν ᾧ ἑστήκατε· καὶ βεβαιῶν τὴν στάσιν προστέθεικε, δι' οὗ καὶ σώζεσθε. Λέγει δὲ τοῦτο· Βούλομαι ὑμᾶς ἀναμνῆσαι τοῦ παρ' ἐμοῦ κηρυχθέντος ἐν ὑμῖν Εὐαγγελίου, ὃ προθύμως μὲν ἐδέξασθε, τὴν ἐκ τούτου δὲ φυομένην προσμένετε σωτηρίαν. Ἀναμιμνήσκω δὲ ὑμᾶς, ἀποδεῖξαι θέλων τὸν τούτου σκοπόν· τοῦτο γὰρ εἶπε. Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν. Εἶτα ἐπάγει· «Εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε.» Τῆς γὰρ τῶν σωμάτων ἀπιστουμένης ἀναστάσεως, περιττὸν τοῦ Εὐαγγελίου τὸ κήρυγμα. γʹ. «Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον.» Οὐ γὰρ αὐτὸς εὗρον τὸ κήρυγμα, οὐδὲ ἀνθρωπίνοις ἠκολούθησα λογισμοῖς· ἀλλὰ παρὰ τοῦ Δεσπότου Χριστοῦ τὴν τούτου διδασκαλίαν παρέλαβον. Τί δὲ παρέλαβες; «Ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς.» Τοῦτο γὰρ καὶ οἱ προφῆται προεῖπον, καὶ βοᾷ Ἡσαΐας· «Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν.» δʹ. «Καὶ ὅτι ἐτάφη.» Καὶ τοῦτο οἱ προφῆται προεῖπον· «Ἔσται γὰρ, φησὶν, ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.» —»Καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.» Λέγει μὲν καὶ ὁ θεῖος Δαβὶδ, ὅτι «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Ὁ δὲ Κύριος τὸν Ἰωνᾶν εἰς μέσον παράγει· ἔχει γὰρ ὁ τύπος τῶν τριῶν ἡμερῶν ἀριθμόν. εʹ. «Καὶ ὅτι ὤφθη Κηφᾷ.» Ἀξιόχρεων εἰς μαρτυρίαν τὸ πρόσωπον, ἀλλὰ μόνον. Διὸ ἐπήγαγεν· «Εἶτα τοῖς δώδεκα.» Καὶ ἵνα μή τις τούτους ὑποπτεύσῃ, διὰ τὸ περὶ τὸν διδάσκαλον φίλτρον, κηρῦξαι τὴν οὐ γεγενημένην ἀνάστασιν, ἀναγκαίως προστέθεικεν· ϛʹ. «Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ.» Οὐ καθ' ἕνα, ἀλλ' ὁμοῦ πᾶσιν· ἀνύποπτος δὲ τῶν τοσούτων ἡ μαρτυρία. Καὶ ὡς ἂν μή τις αὐτὸν ὑπολάβοι τὰ μὴ ὄντα λέγειν, ἐπήγαγεν· «Ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν.» Δυνατὸν, φησὶ, τὸν βουλόμενον παρ' αὐτῶν ἐκείνων τοῦτο μαθεῖν. ζʹ. «Ἔπειτα ὤφθη Ἰακώβῳ.» Καὶ τοῦτο πρόσωπον ἐπίσημον ἦν, οὐκ ἀπὸ τῆς συγγενείας μόνης· ἀδελφὸς γὰρ ἐχρημάτιζε τοῦ Κυρίου· ἀλλὰ καὶ ἐκ τῆς οἰκείας ἀρετῆς· Δίκαιος γὰρ ὠνομάζετο. «Εἶτα τοῖς ἀποστόλοις πᾶσιν.» Πάλιν ἀποστόλους οὐ τοὺς δώδεκα μόνους ἐκάλεσε· τούτων γὰρ ἐμνημόνευσεν ἤδη· ἀλλὰ πάντας τοὺς τοιαύτην δεξαμένους χειροτονίαν. Ὡς ἂν δὲ μὴ δόξαι ἐξ ἀκοῆς ταῦτα λέγειν, ἐγκαταλέγει καὶ ἑαυτὸν τοῖς μάρτυσι, τὴν συνήθη τοῦ φρονήματος μετριότητα τοῖς λόγοις περιτιθείς·