# Interpretatio in xiv epistulas sancti Pauli 82.352

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.352

ηʹ. «Ἔσχατον δὲ πάντων, ὡσπερεί τῳ ἐκτρώματι, ὤφθη κἀμοί.» Πάντων ἀνθρώπων ἑαυτὸν εὐτελέστερον ἀποκαλέσαι θελήσας, πάντας καταλιπὼν τοὺς ἐν τῇ μήτρᾳ τελεσιουργηθέντας, εἶτα κατὰ τὸν νόμον τῆς φύσεως γεννηθέντας, ἀμβλωθριδίῳ ἑαυτὸν ἀπεικάζει ἐμβρύῳ, ὃ τῷ τῶν ἀνθρώπων οὐκ ἐγκατείλεκται καταλόγῳ. Εἶτα τούτου τὰς αἰτίας διέξεισιν. θʹ. «Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.» Καὶ ἵνα μὴ τῇ διηγήσει τῶν προτέρων τὴν οἰκείαν μαρτυρίαν ἀδόκιμον ἀποφήνῃ, ἐπήγαγε· ιʹ. «Χάριτι δὲ τοῦ Θεοῦ εἰμὶ ὅ εἰμι.» Καὶ πειρᾶται κρύπτειν τὸν πλοῦτον, καὶ γυμνοῦν ἀναγκάζεται· οὐδὲ γὰρ σαφῶς εἴρηκε τί ἐστιν, ἀλλ', Εἰμὶ ὅ εἰμι. «Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη.» Οὐ μάτην με ἠλέησε· προῄδει γὰρ ὃ ποιεῖ. «Ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα.» Καὶ οὐδὲ ἀναγκασθεὶς τὰ καθ' ἑαυτὸν γυμνῶσαι, τοῦ οἰκείου φρονήματος ἐπλήσθη. Κρύπτει γὰρ τὰ θαύματα, καὶ τὸν πόνον δείκνυσι μόνον, καὶ τοῦτον τῆς θείας εἶναι χάριτος λέγει. Τοῦτο γὰρ ἐπήγαγεν· ιαʹ. «Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.» Εἶτα ἐπὶ τὸ προκείμενον μεταφέρει τὸν λόγον. «Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.» Ἐὰν καὶ παρ' ἐμοῦ καὶ παρὰ τῶν ἄλλων ἀποστόλων εὐαγγέλιον ἐκηρύχθη ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀνάστασις, τοῦτο καὶ ὑμεῖς προθύμως ἐδέξασθε. Ταύτην οἷόν τινα τεθεικὼς ὑποβάθραν, τὸν περὶ τῆς κοινῆς ἀναστάσεως λόγον οἰκοδομεῖ, συλλογισμοῖς ἄγαν ἰσχυροῖς κεχρημένος. ιβʹ. «Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;» Τὸν Χριστὸν, φησὶν, ἐκηρύξαμεν, οὐ μόνον Θεὸν, ἀλλὰ καὶ ἄνθρωπον· «Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, μορφὴν ἔλαβε δούλου.» Τοῦτον καὶ τεθνάναι, καὶ ἐγηγέρθαι εἰρήκαμεν. Ἀλλὰ δῆλον ὡς ἀπαθὴς μὲν ἡ θεότης, παθητὸν δὲ τὸ σῶμα· τοῦτο γὰρ καὶ τῷ σταυρῷ παραδέδωκε, καὶ ἀπὸ τοῦ τάφου ἀνέστησε. Πῶς τοίνυν, φησὶ, παρά τισιν ἀμφιβάλλεται ἡ τῶν σωμάτων ἀνάστασις, τῆς τοῦ Δεσπότου Χριστοῦ ἀναστάσεως πιστευθείσης. ιγʹ. «Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται.» Εἰ γὰρ τοῦτο οὐ δυνατὸν, οὐδὲ ἐκεῖνο γεγένηται· σῶμα γὰρ καὶ ὁ Δεσπότης εἶχε Χριστός. ιδʹ. «Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν.» Εἰ δὲ ἀληθῶς οὐκ ἀνέστη Χριστὸς, μάτην μὲν ἡμεῖς μετὰ πλείστων κινδύνων κηρύττομεν, μάτην δὲ ὑμεῖς τοῖς κηρυττομένοις πιστεύετε. ιεʹ. «Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
