# Interpretatio in xiv epistulas sancti Pauli 82.353

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.353

Χριστὸν, ὃν οὐκ ἤγειρε.» Συκοφαντίας δὲ ὀφείλομεν δίκας, φάναι τετολμηκότες ἀναστῆσαι τὸν Θεὸν ὃν οὐκ ἤγειρε Χριστόν. Εἶτα πάλιν τοὺς αὐτοὺς ἀνακυκλοῖ λόγους, τοῖς πλείοσι συλλογισμοῖς βεβαιώσασθαι βουλόμενος τὴν περὶ τῆς ἀναστάσεως πίστιν, καί φησιν· ιϛʹ, ιζʹ. «Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.» Τύπος γὰρ τοῦ Δεσποτικοῦ θανάτου τὸ βάπτισμα· περιττὸς δὲ ὁ τύπος, οὐκ ἔχων τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· ἔτι τοίνυν φέρεται τὸ τῶν ἁμαρτημάτων φορτίον. Τοῦτο μέντοι πρὸς ἐκεῖνο τέθεικεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς. ιηʹ. «Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ, ἀπώλοντο.» Μάτην, ὡς ἔοικεν, ἀνῃρέθησαν ὑπὲρ τῆς εἰς τὸν Χριστὸν ὁμολογίας οἱ καλλίνικοι μάρτυρες· καὶ τοὺς μὲν ἀγῶνας προθύμως ἐδέξαντο, τῶν δὲ στεφάνων διήμαρτον. Ἀναστάσεως γὰρ ἀνῃρημένης, καὶ ἡ ἀνάῤῥησις συνανῄρηται. ιθʹ. «Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.» Μετὰ παντοδαπῶν γὰρ κινδύνων τὸν βίον ὁδεύομεν, λιμῷ πιεζόμενοι, καὶ διηνεκῶς αἰκιζόμενοι, καὶ τὰ δεσμωτήρια τῆς οἰκουμένης ἀμείβοντες, ἀνέστιοι, καὶ μετανάσται, καὶ κλυδωνίοις διηνεκέσι παλαίοντες. Ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχει· ἐπὶ γὰρ ἀγαθῆς ἐλπίδος ὀχούμεθα, καὶ τὴν τοῦ ἡμετέρου Σωτῆρος ἀνάστασιν ἐχέγγυον τῆς ἡμετέρας ἔχομεν ἀναστάσεως. Τοῦτο γὰρ ἐπήγαγε· κʹ. «Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.» Πρῶτος γὰρ ἔλυσε τοῦ θανάτου τὸ κράτος· τῇ ἀπαρχῇ δὲ πάντως ἀκολουθήσει τὸ φύραμα. Καὶ κυροῖ τὸν λόγον διὰ παλαιοῦ παραδείγματος· καʹ. «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.» Εἶτα ἀπὸ τῆς φύσεως ἐπὶ τὰ πρόσωπα μεταβαίνει, ταύτῃ ποιῶν τὸν λόγον σαφέστερον· κβʹ. «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἀποβλέψατε εἰς τὴν κρηπῖδα τοῦ γένους, καὶ βλέπετε τῷ προγόνῳ τοὺς ἀπογόνους ἀκολουθήσαντας, καὶ θνητοὺς ἅπαντας γενομένους, ἐπειδήπερ ἐκεῖνος ἐδέξατο τὴν θνητότητα. Οὕτως ἅπασα τῶν ἀνθρώπων ἡ φύσις ἀκολουθήσει τῷ Δεσπότῃ Χριστῷ, καὶ κοινωνήσει τῆς ἀναστάσεως. Πρωτότοκος γὰρ καὶ οὗτος τῶν νεκρῶν, ὥσπερ ἐκεῖνος πρωτόπλαστος. Εἰκότως δὲ αὐτὸν νῦν προσηγόρευσεν ἄνθρωπον, εἰδὼς αὐτὸν καὶ Θεόν· ἵνα τὸ ὁμοφυὲς δείξας τὸν περὶ τῆς ἀναστάσεως βεβαιώσῃ λόγον. Ἐπειδὴ δὲ πάντας εἶπε ζωοποιηθήσεσθαι, μετὰ δὲ τὴν ἀνάστασιν διάκρισις ἔσται τῶν σωφρόνως βεβιωκότων καὶ τῶν ἀκολασίᾳ συνεζηκότων, τῶν τὴν ἀπιστίαν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
