# Interpretatio in xiv epistulas sancti Pauli 82.364

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.364

ποίῳ δὲ σώματι ἔρχονται;» Διπλῆ ἡ ἐρώτησις, καὶ περὶ τοῦ τρόπου τῆς ἀναστάσεως, καὶ περὶ τῆς ἐσομένης τοῦ σώματος ποιότητος. Εἶτα ἀπὸ τῶν ἀνθρωπίνων ἀμφότερα δείκνυσι, καὶ ἄφρονα προσαγορεύει τὸν ταῦτα συνιδεῖν οὐ δυνηθέντα. λϛʹ, λζʹ. «Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν.» Ἀπόβλεψον εἰς τὰ σπέρματα, καὶ βλέπε τὰς αὔλακας μιμουμένας τοὺς τάφους, καὶ τὰ σπέρματα θαπτόμενα ὡς τὰ σώματα, εἶτα φυόμενα καὶ βλαστάνοντα. Οὐ γὰρ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, τουτέστιν οὐ τὸν ἄσταχυν, ἀλλὰ γυμνὸν τὸν κόκκον, ἢ σίτου, ἤ τινος τῶν λοιπῶν. Σφόδρα δὲ ἁρμοδίως ἐνήλλαξε τὰ ὀνόματα· οὐ γὰρ εἶπεν, Οὐ φύεται ἐὰν μὴ ἀποθάνῃ· τὰ δὲ ἡμέτερα ὀνόματα τοῖς σπέρμασιν ἐπιτέθεικεν, ἐξ ἐκείνων δεικνὺς τὴν ἡμετέραν ἀνάστασιν. Οὕτω δὲ καὶ ὁ Κύριος ἔφη· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. «Οὕτω δείξας τὸν τρόπον τῆς ἀναστάσεως, δείκνυσι καὶ τὴν τῶν σωμάτων ποιότητα. ληʹ. «Ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἤθελε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.» Ὥσπερ γὰρ ἀπὸ σίτου σῖτος φύεται, καὶ ἀπὸ φακοῦ φακὸς, καὶ ἐξ ἑκάστου εἴδους τὸ αὐτὸ εἶδος· οὕτω καὶ τὰ ἡμέτερα σώματα αὐτὰ μὲν ἀνίσταται, μετὰ δόξης δὲ πλείονος, καὶ ἀφθαρσίας, καὶ ἀθανασίας. Τοῦτο δὲ καὶ ἐπὶ τῶν σπερμάτων ἔστιν ἰδεῖν γινόμενον. Γυμνὰ γὰρ σπειρόμενα μετὰ λαμπρῶν περιβολαίων βλαστάνει. Ἀμφότερα τοίνυν, καὶ τὸν τρόπον τῆς ἀναστάσεως, καὶ τὴν ποιότητα τῶν σωμάτων, διδάσκει. Εἶτα λέγει καὶ τὴν τῶν ἀνισταμένων διαίρεσιν. λθʹ. «Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σὰρξ, ἀλλ' ἄλλη μὲν ἡ τῶν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν.» Μία, φησὶ, τῆς σαρκὸς ἡ φύσις, ἐκ γὰρ τῶν τεσσάρων στοιχείων συνέστηκεν· ἡ δὲ διαφορὰ ἐν τῷ εἴδει. Οὕτω τοίνυν μία μὲν πάντων ἀνάστασις, καὶ ἡ τῶν σωμάτων εἰς ἀφθαρσίαν μεταβολή· ἡ δὲ τῶν τρόπων διαφορὰ καὶ τὴν τῶν ἀντιδόσεων κατασκευάζει διαφοράν. μʹ. «Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.» Οἱ μὲν γὰρ οὐρανῶν ἄξιοι τὴν οὐρανίοις πρέπουσαν περιβαλοῦνται δόξαν· οἱ δὲ φρόνημα γήϊνον ἐσχηκότες, κατάλληλον τῇ προαιρέσει τὸ ἔνδυμα λήψονται. Οὕτω ταύτην τὴν διαίρεσιν ἐργασάμενος, καὶ δείξας τοὺς γηΐνους κεχωρισμένους, δείκνυσι καὶ τὴν τῶν οὐρανίων διαφοράν. Οὐδὲ γὰρ ἅπαντες οἱ δίκαιοι τῶν αὐτῶν μεθέξουσιν, ἀλλὰ σύμμετρον τοῖς κατορθώμασι τὴν ἀντίδοσιν λήψονται. Τοῦτο καὶ ὁ Κύριος ἐν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
