# Interpretatio in xiv epistulas sancti Pauli 82.365

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.365

τοῖς ἱεροῖς Εὐαγγελίοις προείρηκε· «Πολλαὶ γὰρ, ἔφη, μοναὶ παρὰ τῷ Πατρί μου.» Οὕτω καὶ ἐνταῦθα· μαʹ. «Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.» Οὕτω καὶ τῶν δικαίων οἱ μὲν ἡλίῳ παραπλησίως ἐκλάμψουσιν, οἱ δὲ σελήνῃ, οἱ δὲ φανωτάτων ἀστέρων μιμήσονται τὴν λαμπρότητα, οἱ δὲ τοῖς ἀμυδροτέροις ἀπεικασθήσονται. Οὕτω καὶ ταύτην δείξας τὴν διαφορὰν, εἰς τὸν τῆς κοινῆς ἀναστάσεως μεταβαίνει λόγον. μβʹ. «Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν.» Ἀντὶ τοῦ, ὡς ἡ παραβολὴ τῶν σπερμάτων.» Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ.» Ἐν δύο γὰρ ἢ τρισὶν ἡμέραις τὴν δυσώδη φθορὰν ὑπομένει, ἀλλὰ τῆς φθορᾶς ἐλευθεροῦται, καὶ ἀνίσταται ἄφθαρτον. μγʹ. «Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ.» Τί γὰρ οὕτως ἄτιμον ὡς σῶμα νεκρόν; «Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει.» Τί γὰρ τοῦ ἰχῶρος ἐκείνου ἢ τῆς κόνεως ἀσθενέστερον; Ἀλλ' ὅμως δύναμιν ἀνώλεθρον δέξεται. μδʹ. «Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Ἔστι σῶμα ψυχικὸν, καὶ ἔστι σῶμα πνευματικόν.» Πανταχοῦ τὸ σπείρεται τέθεικε, θαῤῥεῖν παρεγγυῶν ὡς φυομένου τοῦ σπειρομένου. Ψυχικὸν δὲ καλεῖ, τὸ ὑπὸ τῆς ψυχῆς κυβερνώμενον· πνευματικὸν δὲ, ὑπὸ τοῦ Πνεύματος οἰκονομούμενον. Ταύτην δὲ τὴν χάριν πολλαπλασίαν οἱ ἄξιοι λήψονται. Διὰ τοῦτο γὰρ καὶ ἀῤῥαβὼν τὸ νῦν δοθὲν ὀνομάζεται, ὡς πολλαπλασίας ἐκεῖ δοθησομένης τῆς χάριτος. «Οὕτω καὶ γέγραπται (μεʹ)· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.» Τὸ πρότερον ἐν τοῖς γράμμασιν ἀνέγνωμεν, τὸ δὲ δεύτερον ἐν τοῖς πράγμασιν ἔγνωμεν. Οὐκ ἐκάλεσε δὲ τὸν δεύτερον Ἀδὰμ πνεῦμα ζῶν, ἀλλὰ ζωοποιοῦν. Πᾶσι γὰρ χορηγεῖ τὴν ζωὴν τὴν αἰώνιον. μϛʹ. «Ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικόν· ἔπειτα τὸ πνευματικόν.» Διὰ γὰρ τὴν ἀσθένειαν τοῦ ψυχικοῦ, τὸ πνευματικὸν κατεσκευάσθη φάρμακον· μζʹ. «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ.» Τὴν δευτέραν αὐτοῦ δεδήλωκεν ἐπιφάνειαν· ἐκεῖθεν γὰρ ἡμῖν ἐπιφανήσεται. μηʹ, μθʹ. «Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Ὥσπερ τῆς τοῦ χοϊκοῦ προπάτορος ἀρᾶς μετεσχήκαμεν, καὶ τοῦ θανάτου κεκοινωνήκαμεν, οὕτω τῆς τοῦ ἐπουρανίου Δε-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
