# Interpretatio in xiv epistulas sancti Pauli 82.368

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.368

σπότου μεθέξομεν δόξης. Τὸ γὰρ φορέσομεν προῤῥητικῶς, οὐ παραινετικῶς εἴρηκε νʹ. «Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται.» Σάρκα καὶ αἷμα τὴν θνητὴν φύσιν καλεῖ· ἀδύνατον δὲ ταύτην ἔτι θνητὴν οὖσαν τῆς ἐπουρανίου βασιλείας τυχεῖν. Τοῦτο γὰρ ἐπήγαγεν· «Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.» Ἀλλὰ δῆλον ὅτι ἄφθαρτος γενομένη, τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσει. ναʹ. «Ἰδοὺ μυστήριον ὑμῖν λέγω.» Μυστήριον λέγεται, τὸ μὴ πᾶσι δηλούμενον, ἀλλὰ μόνοις τοῖς φίλοις θαῤῥούμενον. Ψυχαγωγεῖ τοίνυν αὐτοὺς τὰ κεκρυμμένα δηλῶν. «Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα.» Οὐ γὰρ μόνον οἱ τετελευτηκότες ἀναστήσονται ἄφθαρτοι, ἀλλὰ καὶ οἱ ἔτι περιόντες, τὴν ἀφθαρσίαν ἐνδύσονται. νβʹ. «Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ.» Τὸ σύντομον τῆς ἀναστάσεως ἔδειξεν. Ἄτομον δὲ καλεῖ τὸ λεπτότατον σῶμα τὸ ἐν τῷ ἡλίῳ φαινόμενον, ὃ τομὴν οὐ δέχεται διὰ τὴν ἄγαν σμικρότητα· ῥιπὴν δὲ ὀφθαλμοῦ κέκληκε τῆς κόρης τὴν κίνησιν. Διὰ τούτων δὲ τὴν τοῦ Θεοῦ δύναμιν ἔδειξεν. Οὐδὲ γὰρ τὸ ἀκαριαῖον ἀναλίσκεται μεταξὺ τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως. «Ἐν τῇ ἐσχάτῃ σάλπιγγι.» Ἔσται δὲ τοῦτο, φησὶν, ὅταν ἡ τελευταία σάλπιγξ ἠχήσει. «Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.» Ἡμεῖς οὐ περὶ ἑαυτοῦ εἴρηκεν, ἀλλὰ περὶ τῶν κατ' ἐκεῖνον τὸν καιρὸν ἔτι περιόντων ἀνθρώπων. νγʹ. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.» Σαφῶς ἐδίδαξεν ὡς οὐχ ἕτερον ἀνίσταται, ἀλλ' αὐτὸ τὸ φθειρόμενον. Οἷον γάρ τινι δακτύλῳ τῷ λόγῳ τούτῳ αὐτὸ ὑπέδειξε, λέγων τὸ φθαρτὸν τοῦτο, καὶ τὸ θνητὸν τοῦτο. νδʹ, νεʹ. «Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» Ὥσπερ αὐτὰ θεωρῶν τὰ πράγματα ὁ θεῖος Ἀπόστολος, καὶ τοῦ Δεσπότου τὴν νίκην ὁρῶν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, οἱονεὶ παιανίζων κατὰ τῶν πολεμίων τὴν προφητικὴν εἶπεν ᾠδήν. νϛʹ. «Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.» Αὕτη γὰρ τῷ θανάτῳ τὴν φύσιν παραδέδωκεν. «Ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.» Ἁμαρτία γὰρ οὐκ ἐλλόγηται μὴ ὄντος νόμου. νζʹ. «Τῷ δὲ Θεῷ χάριν, τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀναγκαίως εἰς ὕμνον τὸν περὶ τῆς ἀναστάσεως συνεπέρανε λόγον.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
