# Interpretatio in xiv epistulas sancti Pauli 82.369

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.369

νηʹ. «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι.» Ὡς σαλευομένοις ταῦτα παρεγγυᾷ. «Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε.» Φιλοπόνως τὸν πλοῦτον εὐσεβείας συλλέγετε. «Εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.» Δίκαιος γὰρ ὁ κριτὴς καὶ τοὺς στεφάνους ὑφαίνει τοῖς ἀθληταῖς, καὶ τοῖς ἐργάταις τὸν μισθὸν ἀποδώσει. Οὕτω ταῦτα παραινέσας, τῆς θεραπείας τῶν ἁγίων φροντίσαι παρακαλεῖ. ΚΕΦΑΛΑΙΟΝ Ιϛʹ. αʹ. «Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.» Λογίαν τὴν συλλογὴν τῶν χρημάτων καλεῖ· οὐχ ἁπλῶς δὲ τῶν Γαλατῶν ἐμνημόνευσεν, ἀλλὰ σημαίνων ὡς καὶ ἐκείνοις τοῦτο ποιῆσαι παρεκαλέσατο. βʹ. «Κατὰ μίαν Σαββάτων ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω, θησαυρίζων ὅτι ἂν εὐοδῶται.» Τῇ γνώμῃ τὸ ποσὸν ἐπιτρέπει, διδάσκων ὡς ταῖς τὰ βέλτιστα προαιρουμέναις ψυχαῖς συνεργεῖ ὁ Θεός. Τοῦτο γὰρ εἶπεν, ὅτι ἂν εὐοδῶται. Κατάλληλος δὲ τῷ ἔργῳ καὶ ἡ Δεσποτικὴ ἡμέρα τῇ ἀναστάσει τετιμημένη. «Ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται. (γʹ, δʹ.) Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι' ἐπιστολῶν, πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ. Ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.» Οὐ γὰρ πρέπον ἐμοῦ παρόντος τὴν τῶν χρημάτων γίνεσθαι συλλογήν· ἐμὲ γὰρ προσήκει ταῦτα πέμψαι τοῖς ἁγίοις δι' ὧν ἂν ὑμεῖς δοκιμάσητε. Εἰ δὲ φιλότιμον ἴδοιμι τὴν χορηγίαν γεγενημένην, καὶ αὐτὸς κοινωνήσω τῆς ὑπουργίας. Οὐ γὰρ εἶπεν ὅτι Ταῦτα κομιῶ, ἀλλὰ, σὺν ἐμοὶ πορεύσονται. Ὃ γὰρ τοῖς ἄλλοις παραινεῖ πρῶτος ποιεῖ, καὶ ἀπρόσκοπος γίνεται καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Σημαίνει δὲ αὐτοῖς καὶ τὸν τῆς παρουσίας καιρόν. εʹ. «Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω.» Καὶ ἵνα μὴ ἀσχάλωσιν ὡς Μακεδόνων προτιμωμένων, ἐπήγαγε· «Μακεδονίαν γὰρ διέρχομαι. (ϛʹ, ζʹ.) Πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν. Ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ.» Οὐδὲν γὰρ ποιεῖν δίχα τοῦ θείου νεύματος βούλεται, ἀλλ' ὑπ' ἐκείνης θέλει τῆς δεξιᾶς κυβερνᾶσθαι. Ἱκανῶς μέντοι αὐτοὺς διὰ τῶν εἰρημένων ἐψυχαγώγησε, χρόνον τινὰ συνδιατρίψειν αὐτοῖς ὑποσχόμενος· διδάσκει δὲ καὶ τίνος ἕνεκεν οὐκ εὐθὺς παραγίνεται. ηʹ, θʹ. «Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί.» Πολλοὶ γὰρ οἱ τῷ κηρύγματι προσιόντες, πολλοὶ δὲ καὶ οἱ ἀντιτείνοντες,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
