# Interpretatio in xiv epistulas sancti Pauli 82.372

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.372

καὶ ἐμποδῶν γίνεσθαι τῇ τούτων σωτηρίᾳ πειρώμενοι. ιʹ. «Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.» Ἀντὶ τοῦ, Δέξασθε, θεραπεύσατε, μηδενὸς λυπηροῦ πειρασθήτω. «Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ.» Ἀρκοῦσα ἡ μαρτυρία καὶ τὸν ῥᾴθυμον εἰς θεραπείαν διεγεῖραι τοῦ μαθητοῦ. ιαʹ. «Μή τις οὖν αὐτὸν ἐξουδενήσῃ.» Μὴ εἰς τὸ νέον τῆς ἡλικίας ἀπίδητε, ἀλλὰ τοὺς ἀποστολικοὺς ἐν αὐτῷ θεωρήσατε πόνους. «Προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.» Καὶ πάλιν ταῦτα προστέθεικεν, εἰς τὴν τοῦ μαθητοῦ θεραπείαν αὐτοὺς διεγείρων· ἀντὶ τοῦ· Πρὸς ἐμὲ ἥξει, καὶ μηνύσει μοι τὰ ὑμέτερα πάντα. ιβʹ. «Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ.» Καὶ ἐλλόγιμος ἦν ὁ Ἀπολλὼ, καὶ συνήθης αὐτοῖς· θεραπεύει τοίνυν αὐτοὺς, διδάσκων ὡς προέτρεψεν αὐτὸν παραγενέσθαι. Οὐ προστέθεικε δὲ ὅτι αὐτὸς παρῃτήσατο, ἀλλὰ τῇ τοῦ Θεοῦ προνοίᾳ τὸ πᾶν ἀνέθηκεν. «Ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.» Παρεμυθήσατο τῇ ἐλπίδι. ιγʹ, ιδʹ. «Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.» Τὸ, γρηγορεῖτε, διὰ τοὺς ἀπατεῶνας τέθεικε· τὸ δὲ, στήκετε καὶ ἀνδρίζεσθε καὶ κραταιοῦσθε, διὰ τοὺς προφανεῖς πολεμίους· ἐδιώκοντο γὰρ παρὰ τῶν δυσσεβούντων οἱ εὐσεβεῖς. Τὸ δὲ, πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, πρὸς τοὺς διελόντας τῆς Ἐκκλησίας τὸ σῶμα, καὶ τῆς φιλαρχίας δεξαμένους τὸ πάθος, καὶ τοὺς τῶν εἰδωλοθύτων μεταλαγχάνοντας, καὶ τῶν σκανδαλιζομένων καταφρονοῦντας. ιεʹ, ιϛʹ. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ καὶ Φουρτουνάτου, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστὸν, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι, καὶ κοπιῶντι.» Δύο τέθεικεν ἐπαίνους, καὶ ὅτι πρῶτοι τὸ σωτήριον ἐδέξαντο κήρυγμα, καὶ ὅτι τὴν οἰκίαν τοῖς ἁγίοις ἀναπετάσαντες, πᾶσαν αὐτοῖς θεραπείαν προσφέρουσιν· οὗ δὴ χάριν καὶ τούτους, καὶ τοὺς τὰ ὅμοια προαιρουμένους, πάσης τιμῆς ἀπολαύειν παρακελεύεται. ιζʹ, ιηʹ. «Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.» Διὰ τούτων ἔγραψαν οἱ Κορίνθιοι, καὶ τὸν Ἀπόστολον ἐπηρώτησαν περὶ τῶν γεγαμηκότων. Διὰ τούτων καὶ αὐτὸς ἀπέστειλε τὴν ἐπιστολήν. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ὁ μακάριος Τιμόθεος τοῖς γράμμασι διηκόνησεν· ἀλλ' ἀπεστάλη μὲν πρὸς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
