# Interpretatio in xiv epistulas sancti Pauli 82.381

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.381

ταῦτα γυμνὰ πᾶσι προσφέρομεν, οὐδὲν οἰκεῖον τούτοις ἀναμιγνύντες. Σοφίαν δὲ σαρκικὴν, οὐ τὴν εὐγλωττίαν ἐνταῦθα λέγει, ἀλλὰ τὴν πανουργίαν. Αἰνίττεται δὲ τοὺς ἀπατεῶνας ἐκείνους, ὡς τὸ κήρυγμα διαφθείραντας, καὶ τὰ αὐτοῖς δοκοῦντα κηρύττοντας. ιγʹ, ιδʹ. «Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώσκετε. Ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε, καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους.» Οὐ γὰρ, ὥς τινες ἡμᾶς διαβάλλειν ἐπιχειροῦσιν, ἕτερα μὲν φρονοῦμεν, ἕτερα δὲ κηρύττομεν. Καὶ μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα. Ἃ γὰρ παρὼν ὑμᾶς ἐδίδαξα, ταῦτα καὶ ἀπὼν ἐπιστέλλω, ταῦτα καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον κηρύξειν ἐλπίζω. Τὸ δὲ, ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, οὐχ ἁπλῶς προστέθεικεν, ἀλλὰ νύττων αὐτοὺς, ὡς μὴ παντελῶς ἀπωσαμένους τὰς κατ' αὐτοῦ γεγενημένας διαβολάς. «Ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ.» Πανταχοῦ τὸν τοῦ οἰκείου φρονήματος κανόνα διατηρεῖ. Καὶ ἐνταῦθα δὲ ἐν ἴσῃ τέθεικε τάξει ἑαυτὸν καὶ τοὺς μαθητάς. Ὁμοίως γὰρ ἔφη σεμνύνεσθαι καὶ αὐτοὺς ἐπ' αὐτῷ, καὶ αὐτὸν ἐπ' αὐτοῖς, ἐν τῇ τῆς Δεσποτικῆς ἐπιφανείας ἡμέρᾳ. ιεʹ, ιϛʹ. «Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς πρότερον, ἵνα δευτέραν χαρὰν σχῆτε. Καὶ δι' ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.» Τινὲς ᾠήθησαν ἐναντία ἑαυτῷ τὸν Ἀπόστολον εἰρηκέναι, ἐπειδήπερ τῇ προτέρᾳ ὑπέσχετο πρώτους Μακεδόνας ὁρᾷν, εἶτα πρὸς αὐτοὺς παραγενέσθαι οὐ προσεσχηκότες ὡς ἐκεῖνα μὲν ὑπέσχετο, ἐνταῦθα δὲ τὴν οἰκείαν ἀπεκάλυψε γνώμην. Ἔφη γὰρ ὅτι, Ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς πρότερον, εἶτα δι' ὑμῶν εἰς Μακεδονίαν διελθεῖν, καὶ πάλιν ἐκεῖθεν ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα δευτέραν χαρὰν σχῆτε, τουτέστι, διπλῆν εὐφροσύνην, ὥστε δὶς ὑμᾶς δέξασθαί με. Ἀλλὰ τοῦτο μὲν ἐβουλόμην, αἰτίαι δέ τινες διεκώλυσαν· ταύτας δὲ μετὰ βραχέα διδάσκει, διὰ πλειόνων τὴν ἀπολογίαν ποιούμενος. ιζʹ. «Τοῦτο οὖν βουλευόμενος, μήτι ἄρα ἐλαφρίᾳ ἐχρησάμην, ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ;» Δύο τέθεικεν ἐναντία, ὧν τὸ μὲν πρότερόν ἐστι τοῦτο οὔτε κοῦφός εἰμι, οὔτε ὀξυῤῥόπους ἔχω τὰς τῆς γνώμης μεταβολὰς, ὥστε νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο αἱρεῖσθαι. Τὸ δὲ δεύτερον τοῦτο· Οὔτε μὴν πάθει δουλεύω, ἵνα ἐκ παντὸς τρόπου τὴν ἐπιθυμίαν πληρώσω. Τοῦτο γὰρ λέγει, ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ; Ὁ γὰρ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἑπόμενος, ὑπὸ τῶν οἰκείων σύρεται λογισμῶν, κἂν λίαν τὸ ἄτοπον ἔχωσιν· ὁ δὲ σωφρόνως βουλευόμενος, κἂν ἀγαθόν τι βουλεύηται, συνῄδει δὲ τοῦτο μὴ συν-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
