# Interpretatio in xiv epistulas sancti Pauli 82.392

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.392

δὲ οὖχ ἡμεῖς κατορθοῦμεν, ἀλλὰ δι' ἡμῶν ἡ χάρις τοῦ Πνεύματος. Ἡμεῖς γὰρ οὐδὲ αὐτῆς τῆς διακονίας ἡμᾶς αὐτοὺς ἀξίους ἡγούμεθα. ιζʹ. «Οὐ γάρ ἐσμεν, ὡς οἱ λοιποὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ' ὡς ἐξ εἰλικρινείας, ἀλλ' ὡς ἐκ Θεοῦ, κατ' ἐνώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.» Ἐνταῦθα λοιπὸν τῆς πρὸς τοὺς ἐναντίους ἅπτεται διαμάχης, καὶ διδάσκει ὡς αὐτὸς μὲν τὰ παρὰ τῆς θείας χάριτος ἐνεργούμενα προσφέρει παιδεύματα· ἐκεῖνοι δὲ τὸν θεῖον καπηλεύουσι λόγον, μῦθον αὐτὸν ἐργαζόμενοι, καὶ τοὺς οἰκείους λογισμοὺς ἀναμιγνύντες τῇ χάριτι, καθάπερ οἱ τοῦ οἴνου τὸ ἀκραιφνὲς τῷ ὕδατι κεραννύντες, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι.» Εἶτα ἐπειδὴ τοὺς μὲν ἔπληξεν, ἑαυτῷ δὲ τἀληθὲς μεμαρτύρηκεν, ἀναγκαίως ἐπήγαγεν· ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. «Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάναι;» Οὐχ ἡμῶν γὰρ ταῦτα ἦν λέγειν, ἀλλ' ὑμῶν τῶν ἀκριβῶς καὶ τὰ καθ' ἡμῶν καὶ τὰ κατ' ἐκείνους ἐπισταμένων. Καὶ ἐπιμένει νύττων τῷ λόγῳ· «Ἢ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν;» Αἰνίττεται δὲ διὰ τούτων, ὡς τῶν ἀπατεώνων ἐκείνων τινὲς, καὶ παρ' ἑτέρων αὐτοῖς συνέστησαν, καὶ παρ' αὐτῶν πρὸς ἑτέρους συστατικοῖς ἐφωδιάσθησαν γράμμασι. Καὶ ἐπειδὴ ἀπόχρη πλῆξαι τὰ εἰρημένα, διὰ τῶν ἑξῆς τὴν θεραπείαν προσφέρει, καί φησιν· βʹ. «Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων.» Ἡμεῖς οὐ δεόμεθα γραμμάτων· αὐτὰ γὰρ ἡμῖν τὰ πράγματα μαρτυρεῖ· καὶ ἐπιστολὴν ἔμψυχον ἔχομεν τὰ καθ' ἡμᾶς συνιστῶσαν ὑμῖν, τὴν πίστιν τὴν ὑμετέραν, τὴν πανταχοῦ γῆς καὶ θαλάττης ᾀδομένην. Ἡμεῖς γὰρ ὑμᾶς τῆς πλάνης ἀπαλλάξαντες τῷ τῆς θεογνωσίας φωτὶ προσηγάγομεν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· γʹ. «Φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ' ἡμῶν.» Καὶ τί λέγω ἡμῶν; Αὐτοῦ γάρ ἐστε τοῦ Σωτῆρος ἡμῶν ἐπιστολή. Αὐτοῦ γὰρ τὰ ῥήματα τοῦ κηρύγματος, ἡμεῖς δὲ τῶν γραμμάτων διάκονοι. Ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις.» Καταλιπὼν τοὺς τἀναντία διδάσκοντας, εἰς τὰ πράγματα μεταβαίνει, καὶ δείκνυσι τῶν δύο διαθηκῶν τὸ διάφορον. Ἡ μὲν γὰρ πλαξὶν ἐνεκολάφθη λιθίναις, ἡ δὲ ταῖς λογικαῖς ἐνεγράφη καρδίαις. δʹ, εʹ. «Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν. Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ'

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
