Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.393
Not analysed yet
ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν.» Εἰς καιρὸν τοῦ Θεοῦ τῶν ὅλων τὴν μνήμην παρήγαγεν, ἐπειδήπερ οἱ τἀναντία κηρύττοντες τὸν Θεὸν θεραπεύειν ἔλεγον τοῦ νόμου τὴν φυλακήν. Λέγει τοίνυν, ὅτι Θαῤῥοῦμεν τῷ τῶν ὅλων Θεῷ, τοῦ Χριστοῦ τοῦτο ἡμῖν δεδωκότος τὸ θάρσος. Οὐκ ἐφ' ἑαυτοῖς μέγα φρονοῦμεν, οὐδὲ ἐξ οἰκείων ὑφαίνοντες λογισμῶν προσφέρομεν τὰ κηρύγματα. «Ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, (ϛʹ.) ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος.» Αὐτὸς γὰρ ἡμῖν ὁ τῶν ὅλων Θεὸς ἀρκοῦσαν ἐχορήγησε δύναμιν, ὥστε διακονῆσαι τῇ τοῦ Πνεύματος χάριτι. Οὐ γὰρ τὰ παλαιὰ τοῦ νόμου προσφέρομεν γράμματα, ἀλλὰ τὴν καινὴν τοῦ Πνεύματος δωρεάν.» Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Ἀπὸ τοῦ τέλους ἀμφότερα τέθεικε. Τοὺς γὰρ παραβαίνοντας ὁ νόμος ἐκόλαζε, τοὺς δέ γε πιστεύοντας ἡ χάρις ζωοποιεῖ. Εἶτα σαφέστερον ποιεῖται τὴν παρεξέτασιν. ζʹ, ηʹ. «Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν, ἐντετυπωμένη λίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίσαι εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ;» Τὴν διακονίαν τοῦ νόμου διακονίαν τοῦ θανάτου προσηγόρευσεν, ἐπειδὴ τοὺς παραβαίνοντας ὁ νόμος ἐκόλαζεν. Εἰ τοίνυν, φησὶν, ἔνθα τιμωρία, καὶ θάνατος, καὶ γράμματα λίθοις ἐγκεκολαμμένα, τοσαύτην ὁ ταῦτα κομίζων ἐν τῷ προσώπῳ δόξαν ἐδέξατο, ὡς μὴ φέρειν τοὺς ὁρῶντας τὴν αἴγλην τὴν ἐκεῖθεν ἐκπεμπομένην· πολλῷ μᾶλλον οἱ τῷ θείῳ διακονοῦντες Πνεύματι, πλείονος ἀπολαύσονται δόξης. Διακονίαν γὰρ Πνεύματος τῷ Πνεύματι διακονοῦντας ἐκάλεσεν, ὥσπερ αὖ πάλιν διακονίαν θανάτου τοὺς τῷ νόμῳ διακονήσαντας, τουτέστι Μωϋσέα. Σύγκρισιν γὰρ ποιεῖται Μωσέως καὶ τῶν κηρύκων τῆς χάριτος, καὶ δείκνυσιν ἐκεῖνον μὲν πλάκας κομίσαντα γεγραμμένας, τούτους δὲ τοῦ παναγίου Πνεύματος τὴν χάριν παρέχοντας· καὶ τὸν νόμον κολάζοντα, τὴν δὲ χάριν ζωοποιοῦσαν· καὶ τὴν μὲν ἐκείνῳ προσγενομένην δόξαν πρὸς ὀλίγον ἀρκέσασαν, τὴν δὲ τούτων εἰς αἰῶνα διαμένουσαν· καὶ ἐκεῖ μὲν Μωϋσέα μόνον μεταλαγχάνοντα τῆς δόξης, ἐνταῦθα δὲ οὐ μόνους τοὺς ἀποστόλους, ἀλλὰ καὶ τοὺς διὰ τούτων πεπιστευκότας. Εἶτα πλατύτερον ποιεῖται τὴν σύγκρισιν, ἵνα δείξῃ τῆς χάριτος τὴν ὑπερβολήν. θʹ. Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.» Ὁ νόμος τῶν ἁμαρτανόντων κατεψηφίζετο, ἡ δὲ χάρις τούτους δεχομένη, διὰ τῆς πίστεως δικαιοῖ· προσάγει γὰρ τῷ θείῳ βαπτίσματι, καὶ δωρεῖται τὴν ἄφεσιν. Εἰ τοίνυν ὁ ἐκείνῃ διακονήσας μετέλαχε δόξης, πολλῷ μᾶλλον οἱ ταύτης ὑπηρέται πλείονος ἀπολαύσονται. ιʹ. «Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν