# Interpretatio in xiv epistulas sancti Pauli 82.396

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.396

τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.» Τοσαύτη γάρ ἐστιν ἡ τούτοις προσεσωσμένη, ὅτι οὔτε δόξαν εἴποι τις ἂν εἰκότως τὴν Μωϋσῇ προσγενομένην, ἀποβλέπων εἰς τούτους. Ἐν νυκτὶ μὲν γὰρ τὸ λυχνιαῖον φῶς φανώτατον εἶναι δοκεῖ, ἐν μεσημβρίᾳ δὲ μέσῃ κρύπτεται, καὶ οὐδὲ φῶς εἶναι νομίζεται. Εἶτα καὶ ἑτέρως· ιαʹ. «Εἰ γὰρ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.» Τὸν νόμον ἐκάλεσε καταργούμενον, ὡς παυσάμενον τῇ τοῦ Δεσπότου Χριστοῦ παρουσίᾳ μένον δὲ τὸ τῆς χάριτος δῶρον, ὡς οὐ ληψόμενον τέλος. Εἰ τοίνυν ἐκεῖνο, φησὶ, τετύχηκε δόξης, δηλονότι καὶ τοῦτο πολλαπλασίας τεύξεται. ιβʹ. «Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα.» Ἴσμεν τῆς δόξης τὸ μέγεθος, καὶ οὐδὲν ὑφορώμεθα, ἀλλὰ σὺν παῤῥησίᾳ δείκνυμεν τῆς χάριτος τὴν ὑπερβολήν. ιγʹ. «Καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τῷ προσώπῳ ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.» Ἡμεῖς οὐ δεόμεθα τοῦ καλύμματος, καθάπερ ἐκεῖνος· πιστοῖς γὰρ διαλεγόμεθα, πάντες δὲ οἱ πιστεύοντες τῆς τοῦ νοεροῦ φωτὸς ἀπολαύουσιν αἴγλης, Δηλοῖ δὲ ὁ λόγος, ὡς τὴν Ἰουδαίων ἀπιστίαν ὁ θειότατος Μωϋσῆς προθεσπίζων, ἐπετίθει τῷ προσώπῳ τὸ κάλυμμα, διδάσκων ὡς τοῦ νόμου τὸ τέλος ἰδεῖν οὐ δυνήσονται. «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Τοῦτο γὰρ ἔφη, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. Καταργούμενον γὰρ ἔφη τὸν νόμον, τουτέστι παυόμενον· τέλος δὲ τοῦ καταργουμένου, τὸν ὑπὸ τὸν νόμον κηρυττόμενον, τουτέστι, τὸν Χριστόν. Εἶτα δείκνυσι τὸ τῆς παῤῥησίας ἀληθές. ιδʹ. «Ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν.» Οὐκ ἄλλου τινὸς πωρώσαντος, ἀλλ' αὐτῶν αὐθαιρέτῳ γνώμῃ τὸ πάθος εἰσδεξαμένων. «Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι (ὅτι) ἐν Χριστῷ καταργεῖται.» Τὸ σχῆμα τοῦ Μωϋσέως μέχρι σήμερον ὁ νόμος περίκειται, καὶ ἐπίκειται τὸ κάλυμμα τοῖς δίχα πίστεως ἀναγινώσκειν ἐπιχειροῦσιν. ιεʹ. «Ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Μωϋσέα τὸν νόμον ἐκάλεσε, κάλυμμα δὲ τὴν ἀπιστίαν· διδάσκει δὲ καὶ πῶς δυνατὸν περιαιρεθῆναι τὸ κάλυμμα. ιϛʹ. «Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περι-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
