# Interpretatio in xiv epistulas sancti Pauli 82.397

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.397

αιρεῖται τὸ κάλυμμα.» Μωϋσῆς τῷ μὲν λαῷ διαλεγόμενος ἐπικείμενον εἶχε τὸ κάλυμμα· τῷ δὲ Θεῷ προσιὼν, περιῃρεῖτο τὸ κάλυμμα. Οὕτω τοίνυν καὶ σὺ, ἐὰν πρὸς τὸν Κύριον ἀπιδεῖν ἐθέλεις, τοῦ τῆς ἀπιστίας ἀπαλλαγήσῃ καλύμματος. Τίς δὲ οὗτος πρὸς ὃν δεῖ ἀποβλέψαι; ιζʹ. «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἔδειξε τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος τὸ ὁμότιμον. Μωϋσῆς γὰρ πρὸς τὸν Θεὸν τὴν ὄψιν ἐπέστρεφεν, ἡμεῖς δὲ πρὸς τὸ Πνεῦμα. Οὐκ ἂν δὲ, κρείττονα δεῖξαι βουλόμενος τῶν παλαιῶν τὰ καινὰ, τοῦ Πνεύματος τὴν μνήμην παρήγαγεν, εἴπερ ἄρα κτίσμα ᾔδει τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ κτίσμα κατὰ τοὺς Ἀρείου καὶ Εὐνομίου, ἡμεῖς δὲ τούτῳ προσίεμεν, Μωϋσῆς δὲ τῷ Θεῷ καὶ Πατρί. Ἐλάττονα ἄρα πολλῷ τῶν παλαιῶν τὰ ἡμέτερα. Εἰ δέ γε οὐκ ἐλάττονα, ἀλλὰ καὶ μείζονα, καὶ πολλῷ μείζονα, οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ἰσοδύναμον καὶ ὁμότιμον. Ἀλλ' ἀναιδείᾳ χρώμενοι, τὸν Κύριον ἐνταῦθα Πνεῦμα προσηγορεῦσθαί φασιν, οὐκ αὐτὸ τὸ Πνεῦμα Κύριον. Ἀνοίας δὲ τοῦτο καὶ ἀναιδείας μεστόν. Πᾶσαν γὰρ τὴν σύγκρισιν τοῦ γράμματος καὶ τοῦ Πνεύματος ὁ θεῖος Ἀπόστολος ἐποιήσατο. Ἐγγεγραμμένη γὰρ, φησὶν, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος. Καὶ πάλιν· Οὐ γράμματος, ἀλλὰ Πνεύματος· Καὶ αὖθις· Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Καὶ πάλιν· Πῶς οὐχὶ ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; δῆλον τοίνυν ὡς τὸ πανάγιον Πνεῦμα Κύριον ὁ θεῖος Ἀπόστολος προσηγόρευσε. Μαρτυρεῖ δὲ καὶ τὰ ἑξῆς· φησὶ γάρ· «Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Εἰ δὲ τὸν Κύριον Πνεῦμα προσηγόρευσεν, εἶπεν ἄν, Οὗ δὲ ὁ Κύριος· ἀλλ' οὐχ οὕτως εἴρηται, ἀλλὰ Πνεῦμα Κυρίου αὐτὸ προσηγόρευσεν, ἐπειδὴ δι' αὐτοῦ ἡ τούτου κεχορήγηται χάρις. Καὶ ἵνα μή τις αὐτὸ ὑπουργὸν ὑπολάβῃ, ἀναγκαίως προστέθεικεν ὅτι Κύριος τὸ Πνεῦμα. ιηʹ. «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Μωϋσῆς μόνος ἀπήλαυσε τῆς δόξης· ἐνταῦθα δὲ οἱ πιστεύοντες ἅπαντες. Ἐκεῖνος κάλυμμα εἶχε διὰ τὴν Ἰουδαίων ἀσθένειαν· ἡμεῖς δὲ πιστοῖς τὴν διδασκαλίαν προσφέροντες οὐ δεόμεθα καλύμματος, ἀλλὰ γυμνῷ τῷ προσώπῳ τὴν τοῦ Κυρίου κατοπτριζόμεθα δόξαν· τὴν γὰρ τῆς ἀπιστίας οὐ περικείμεθα λήμην. Ἕλκομεν ἐκεῖθεν οὐ σμικρὰν δόξης μαρμαρυγήν. Τοῦτο δὲ ἴδιον τῶν καθαρὰν κεκτημένων καρδίαν. Ὥσπερ γὰρ τὸ διαφανὲς ὕδωρ ἐκμάττεται τῶν εἰσορώντων τὰς ὄψεις, καὶ αὐτοῦ τοῦ ἡλίου τὸν κύκλον, καὶ τῶν οὐρανῶν τὰ κύτη· οὕτως ἡ καθαρὰ καρδία τῆς θείας δόξης οἷόν τι ἐκμαγεῖον καὶ κάτοπτρον γίνεται. Οὕτω καὶ ὁ Κύριος ἔφη· «Μακάριοι οἱ καθαροὶ τῇ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
