# Interpretatio in xiv epistulas sancti Pauli 82.40

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.40

μετὰ τὸ κηρῦξαι Μακεδόσι, καὶ Ἀθηναίοις, καὶ Κορινθίοις, ἀφίκετο, ὡς ἡ τῶν Πράξεων ἱστορία διδάσκει. Καὶ τὴν δευτέραν δὲ πρὸς Κορινθίους μετὰ ταύτην ἡγοῦμαι γεγράφθαι. Κατὰ γὰρ δὴ τὰς ὑποσχέσεις, πρὸς αὐτοὺς ἀφικνούμενος, καὶ σμικρὸν ἐν τῇ Μακεδονίᾳ χρόνον διάγων, ἐκεῖθεν ἐπέστειλε, καὶ τοῦτο πάλιν ἐν αὐτῇ τῇ ἐπιστολῇ δεδήλωκε. Τὰς γὰρ κατὰ τὴν Ἀσίαν διηγησάμενος θλίψεις, καὶ κατὰ τὴν Τρωάδα, διεξελθὼν ἐν τῷ μέσῳ φησί· «Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἄνεσιν ἔσχηκεν ἡ σὰρξ ἡμῶν, ἀλλ' ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρακέκληται ἐφ' ὑμῖν.» Καὶ πάλιν· «Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας.» Καὶ αὖθις· «Μήπως ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες.» Πέμπτην ἡγοῦμαι γεγράφθαι τῶν πρὸς Τιμόθεον τὴν προτέραν. Μετὰ γὰρ δὴ τὸ προοίμιον οὕτω φησί· «Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν.» Διδάσκει δὲ ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία, ὡς ἡνίκα τὸ πρῶτον εἰς τὴν Μακεδονίαν ἀφίκετο, οὐδέπω μὲν εἰς τὴν Ἔφεσον ἐληλύθει. «Ἐκωλύθησαν γὰρ ὑπὸ τοῦ Πνεύματος λαλῆσαι, φησὶ, τὸν λόγον ἐν τῇ Ἀσίᾳ.» Συνῆν δέ γε αὐτῷ καὶ ὁ Τιμόθεος· καὶ τοῦτο σαφῶς καὶ ἡ τῶν Πράξεων ἱστορία διδάσκει. Τῶν γὰρ ἀπὸ Θεσσαλονίκης Ἰουδαίων εἰς τὴν Βέῤῥοιαν ἀφικομένων, καὶ τὸ πλῆθος ἐγειράντων εἰς στάσιν, ὁ μὲν θεῖος Ἀπόστολος εἰς τὰς Ἀθήνας ἀπέπλευσεν· «Ἐπέμειναν δὲ, φησὶν, ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.» Καὶ πάλιν τὰ κατὰ τὴν Κόρινθον ὁ συγγραφεὺς διηγούμενος, καὶ διδάσκων ὅπως ὁ θεῖος Ἀπόστολος διελέγετο ἐν τῇ συναγωγῇ κατὰ πᾶν Σάββατον, καὶ ὅτι ἔπεισεν Ἰουδαίους τε καὶ Ἕλληνας, ἐπήγαγεν· «Ὡς δὲ ἦλθον ἀπὸ τῆς Μακεδονίας, ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν.» Δῆλον τοίνυν, ὡς ἡνίκα τὸ δεύτερον ἀπὸ τῆς Ἐφέσου παρεγίνετο εἰς τὴν Μακεδονίαν ὁ μακάριος Παῦλος, τότε τὸν πάντα ἄριστον Τιμόθεον ἐκεῖ καταλέλοιπεν, εἰς ἐπιμέλειαν τῶν δεξαμένων τὸ σωτήριον κήρυγμα. Μετὰ ταύτην, ὑπολαμβάνω τὴν πρὸς Τίτον γεγράφθαι. Ἐν ἐκείνοις γὰρ ἔτι διάγων τοῖς μέρεσι, καταλαβεῖν αὐτὸν παρηγγύησε. Λέγει δὲ οὕτως· «Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ, ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.» Τὴν δὲ Νικόπολιν, Θρᾳκικὴν μὲν πόλιν εἶναί φασι, τῇ δὲ Μακεδονίᾳ πελάζειν. Ἑβδόμην τὴν πρὸς Ῥωμαίους ἐπέστειλε. Μετὰ γὰρ δὴ ταύτας ἁπάσας, ταύτην αὐτὸς γεγραφέναι διδάσκει. Λέγει δὲ οὕτως· «Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις· ηὐδόκησε γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
