Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.400
Not analysed yet
καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ἀπὸ δόξης δὲ λέγει τῆς τοῦ θείου Πνεύματος, εἰς δόξαν τὴν ἡμετέραν, ἀντὶ τοῦ, Ἐκεῖθεν δεχόμεθα. Τοῦτο γὰρ ἐπήγαγε· Καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Καὶ ἐντεῦθεν δὲ δῆλον, ὅτι καὶ ἐν τοῖς πρόσθεν τὸ Πνεῦμα προσηγόρευσε Κύριον. ΚΕΦΑΛ. Δʹ. αʹ. «Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν.» Ἐναργῶς ἐδίδαξεν ὡς διακονίαν Πνεύματος τοὺς κήρυκας προσηγόρευσεν· ἔφη δὲ ταύτης διὰ μόνην φιλανθρωπίαν τετυχηκέναι. Οὗ δὴ χάριν, φησὶ, φέρομεν γενναίως τὰ προσπίπτοντα λυπηρά. βʹ. «Ἀλλ' ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης.» Τὴν περιτομὴν λέγει, ἣν οἱ ἐξ ἐθνῶν πεπιστευκότες ἐκήρυττον· τοῦτο καὶ ἀλλαχοῦ ἔφη· «Ἀλλ' ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν.» Καὶ πάλιν· «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα σκύβαλα, ἵνα Χριστὸν κερδήσω. «Μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ.» Πάλιν ἐκείνους ἐλέγχει τῇ τοῦ νόμου ἐπιμιξίᾳ τὸ θεῖον κήρυγμα διαφθείροντας, καὶ πανουργίᾳ χρωμένους, καὶ οὐχ ἁπλοϊκῶς τὴν διδασκαλίαν προσφέροντας. Ἡμεῖς δὲ, φησὶ, τῆς ἀληθείας καὶ τῶν ἀνθρώπων τοὺς εὖ φρονοῦντας ἔχομεν μάρτυρας, καὶ αὐτὸν τὸν τοῦ συνειδότος Ἐπόπτην. Εἶτα ἐπειδὴ ἔφη, Ἡμεῖς πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, ἦσαν δὲ πλεῖστοι τὴν τῆς ἀπιστίας περικείμενοι λήμην, καὶ τὰ θεῖα καθορᾷν οὐ δυνάμενοι, ἀναγκαίως ἐπήγαγεν· γʹ. «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον.» Τοῦτο καὶ ἄνω ἔφη· Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. δʹ. «Ἐν οἷς ὁ Θεός.» Ἐνταῦθα ὑποστικτέον. «Τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγῆσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.» Ἔδειξεν ὅτι τῷδε τῷ αἰῶνι ἡ ἀπιστία περιώρισται· ἐκείνῳ γὰρ τῷ βίῳ γυμνὴ πᾶσιν ἡ ἀλήθεια δείκνυται. Ἐτύφλωσε δὲ τούτους ὁ Θεὸς, οὐκ αὐτὸς τὴν ἀπιστίαν ἐνθεὶς, ἀλλὰ τὴν ἀπιστίαν αὐτῶν θεασάμενος, οὐκ εἴασεν ἰδεῖν τὰ κεκρυμμένα μυστήρια. «Μὴ δῶτε, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Καὶ πάλιν· «Διὰ τοῦτο ἐν παραβολαῖς λαλῶ αὐτοῖς, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐ συνιῶσι.» Δεῖ γὰρ ἐπιγνώσεως καὶ πίστεως, ὥστε μεταλαχεῖν τοῦ φωτός.» Ἀσθενοῦσι γὰρ ὀφθαλμοῖς πολέμιος ἥλιος. Εἰκόνα δὲ τοῦ Θεοῦ τὸν Χριστὸν, ὡς Θεὸν ἐκ