# Interpretatio in xiv epistulas sancti Pauli 82.401

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.401

Θεοῦ προσηγόρευσεν. Ἐν ἑαυτῷ γὰρ δείκνυσι τὸν Πατέρα. Διό φησιν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» εʹ. «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.» Τοῦτο καὶ ἐν τῇ προτέρᾳ γέγραφεν· «Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Ἐνταῦθα δὲ καὶ ταπεινότερα περὶ ἑαυτοῦ εἴρηκεν· οὐ γὰρ μόνον τοῦ Χριστοῦ δοῦλον ἑαυτὸν, ἀλλὰ καὶ τῶν πιστῶν προσηγόρευσε, διὰ τὴν περὶ ἐκεῖνον ἀγάπην. Τοῦτο γὰρ εἶπε, διὰ Ἰησοῦν. ϛʹ. «Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.» Ὁ πάλαι, φησὶ, λόγῳ τοῦ φωτὸς τὴν φύσιν παραγαγὼν, καὶ εἰπών· «Γενηθήτω φῶς,» οὗτος νῦν οὐκ ἐκείνῳ, ἀλλὰ τῷ οἰκείῳ τὰς ἡμετέρας διανοίας κατηύγασεν, ὥστε αὐτοῦ τὴν δόξαν δι' αὐτοῦ τοῦ Χριστοῦ κατιδεῖν· τὸ δὲ, ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, ταύτην ἔχει τὴν διάνοιαν. Ἐπειδὴ ἡ θεία φύσις ἀόρατος, διὰ τῆς ληφθείσης ἀνθρωπότητος, τῷ θείῳ φωτὶ περιλαμπομένης, καὶ ἀστραπὰς ἀφιείσης, καθορᾶται ὡς ἔνεστι. Δῆλον δὲ καὶ ἐντεῦθεν, ὡς οὐχ ὁ Θεὸς τοῖς ἀπίστοις τὴν ἀπιστίαν ἐνέθηκεν, ὁ πᾶσιν ἀφθόνως τὴν τοῦ νοεροῦ φωτὸς δωρησάμενος αἴγλην· ἀλλ' αὐτοὶ μὲν τὴν ἀπιστίαν ἠγάπησαν, αὐτὸς δὲ αὐτοῖς ἰδεῖν οὐκ ἐθελήσασιν, οὐ προσήνεγκε τὴν ἀκτῖνα. ζʹ. «Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν.» Ἐπειδὴ γὰρ μεγάλα ἦν τὰ περὶ τῶν κηρύκων τῆς Καινῆς Διαθήκης εἰρημένα, ἑωρῶντο δὲ οὗτοι παγχάλεπα ὑπομένοντες, ἀναγκαίως ἐδίδαξεν, ὅτι καὶ ταῦτα τοῦ Θεοῦ κηρύττει τὴν δύναμιν. Καὶ θησαυρῷ μὲν ἀπεικάζει τὴν δεδομένην τοῦ Πνεύματος χάριν· ὀστράκῳ δὲ τὴν φύσιν τοῦ σώματος. Τεκμήριον δὲ τῆς τοῦ Θεοῦ δυνάμεως μέγιστον, τὸ πληγὰς τοῦτο μυρίας δεχόμενον μὴ ἀπολέσαι τὸν θησαυρόν. Εἶτα τὸν τῶν πειρασμῶν ἀπαριθμεῖται κατάλογον, καὶ τὴν ἀναλογοῦσαν τούτοις ἐπικουρίαν δείκνυσι τοῦ Θεοῦ, ηʹ, θʹ. «Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιπόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι.» Εἰ γὰρ τούτων οὐδὲν ἡμῖν προσέβαλλεν, οὐκ ἂν ἐδείχθη τὸ τῆς θείας δυνάμεως μέγεθος. Ἐπειδὴ δὲ ὡς ἐοίκαμεν φυτοῖς ἐν πυρὶ τεθηλόσι, κηρύττομεν δι' ὧν πάσχοντες ἀπήμαντοι φυλαττόμεθα, τοῦ προασπίζοντος Θεοῦ τὴν ἰσχύν. Τὸ δὲ ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι, ἀντὶ τοῦ, Ἐν ἀπόροις πράγμασι πόρους εὑρίσκομεν σωτηρίας.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
