# Interpretatio in xiv epistulas sancti Pauli 82.404

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.404

ιʹ. «Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.» Οὕτω καὶ ἀλλαχοῦ φησιν· «Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.» ιαʹ. «Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.» Τούτου δὴ χάριν ἀσπασίως δεχόμεθα τοὺς θανατηφόρους ὑπὲρ τοῦ Δεσπότου κινδύνους, ἵνα καὶ τῆς ζωῆς αὐτοῦ μετάσχωμεν, καὶ τὴν πρόσκαιρον διδόντες ζωὴν, τῆς σαρκὸς τὴν ἀφθαρσίαν ἀντιλάβωμεν. Τὸ δὲ, ἀεὶ, πρὸς τὴν ἀκριβῆ συνθήκην· ἠβουλήθη γὰρ εἰπεῖν· Ἡμεῖς γὰρ οἱ ζῶντες. ιβʹ. «Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.» Τῆς γὰρ ὑμετέρας εἵνεκα σωτηρίας ὑπομένομεν τοὺς κινδύνους· μετὰ κινδύνων γὰρ ὑμῖν τὴν διδασκαλίαν προσφέρομεν· ἡμῶν δὲ κινδυνευόντων, ὑμεῖς ἀπολαύετε τῆς ζωῆς. Ἐπειδὴ δὲ τῆς ἀθανάτου ζωῆς ἐμνημόνευσεν, ἐν ἐλπίσι δὲ αὕτη, τὸ δὲ ἐλπιζόμενον οὐχ ὁρᾶται, προφητικῆς ἀναμιμνήσκει φωνῆς, δεικνὺς καὶ τοὺς πάλαι γεγεννημένους ἁγίους τῇ πίστει λαμπρυνομένους. ιγʹ. «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν.» Ἄγαν δὲ ἁρμοδίως τὴν μαρτυρίαν παρήγαγεν· ὁ γὰρ μακάριος Δαβὶδ ἐν τῷ πρὸ τούτου ψαλμῷ εἰρηκὼς, ὅτι «Ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων·» οὐχ ἑωρᾶτο δὲ αὕτη ἡ χώρα· ἀρχόμενος τοῦ μετὰ τοῦτον ψαλμοῦ ἔφη· «Ἐπίστευσα, διὸ ἐλάλησα.» Τὸ αὐτὸ δὲ, φησὶ, Πνεῦμα καὶ δι' ἐκείνων ἐφθέγξατο, καὶ δι' ἡμῶν φθέγγεται. ιδʹ. «Εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν.» Πάντων ἕνεκα τὸν θάνατον ὁ Δεσπότης κατεδέξατο, ἵνα πάντες αὐτῷ τῆς ἀναστάσεως κοινωνήσωμεν. Πιστεύομεν τοιγαροῦν, ὡς καὶ ἡμᾶς δι' αὐτοῦ κρείττους ἀποφανεῖ τοῦ θανάτου, καὶ κοινῇ ὑμᾶς τε καὶ ἡμᾶς τῷ φοβερῷ βήματι παραστήσει. ιεʹ. «Τὰ γὰρ πάντα δι' ὑμᾶς·» τουτέστι τοὺς πιστεύοντας. Οὐ γὰρ περὶ μόνων ἔφη τῶν Κορινθίων, ἀλλὰ περὶ πάντων τῶν τὸ κήρυγμα δεξαμένων. «Ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν, περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.» Τῆς γὰρ κοινῆς ἁπάντων προμηθούμενος σωτηρίας, τὰ κατὰ τὸν Δεσπότην Χριστὸν ᾠκονόμησε. Προσήκει τοίνυν ἡμᾶς διηνεκῶς αὐτὸν τοῖς ὕμνοις ἀμείβεσθαι. ιϛʹ. «Διὸ οὐκ ἐκκακοῦμεν.» Οὐκ ἀλύομεν, οὐδὲ ἀθυμοῦμεν, ἀλλὰ γενναίως ἅπαντα φέρομεν. «Ἀλλ' εἰ καὶ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
