# Interpretatio in xiv epistulas sancti Pauli 82.405

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.405

ἀλλ' ὁ ἔσωθεν ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Μέγιστον γὰρ ἡ ψυχὴ κομίζεται κέρδος ἀνδρείᾳ χρωμένη. Εἶτα τοῖς προσδοκωμένοις ἀγαθοῖς παρεξετάζει τοῦ παρόντος βίου τὰ λυπηρά. ιζʹ. «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ' ὑπερβολὴν, εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν.» Καὶ διὰ μὲν τοῦ παραυτίκα, ἔδειξε τὸ βραχύ τε καὶ πρόσκαιρον. Ἀντιπαρατίθησι δὲ τῷ παραυτίκα, τὸ αἰώνιον· τῷ δὲ ἐλαφρῷ καὶ κούφῳ, τὸ βαρὺ, τουτέστι, τὸ πολύτιμον· τὸ δὲ, καθ' ὑπερβολὴν, εἰς ὑπερβολήν· τῇ δὲ θλίψει, οὐ τὴν ἄνεσιν, ἀλλὰ τὴν δόξαν, ἥπερ ἐστὶ μείζων πολλῷ. Καὶ ἐπειδὴ ταῦτα μὲν ἑωρᾶτο, ἐκεῖνα δὲ οὐκ ἐφαίνετο, εἰκότως προστέθεικε· ιηʹ. «Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια.» Πρόσκαιροι δὲ οὐχ αἱ θλίψεις μόναι, ἀλλὰ καὶ αἱ ἀνέσεις τοῦ παρόντος βίου. Οὐ χρὴ τοίνυν προσηλῶσθαι τοῖς ἐπικήροις, ἀλλὰ προσμένειν τὴν τῶν αἰωνίων ἀπόλαυσιν ἀγαθῶν. ΚΕΦΑΛ. Εʹ. αʹ. «Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.» Ἐπίγειον οἰκίαν τὴν κατὰ τὸν παρόντα βίον λέγει διαγωγήν· σκῆνος δὲ τὸ σῶμα. Ἐὰν τοίνυν, φησὶ, τέλος λάβῃ τὰ παρόντα, τὴν ἀχειροποίητον ἔχομεν οἰκίαν, τὴν αἰώνιον, τὴν οὐράνιον. Ἀντιτέθεικε γὰρ τῇ μὲν ἐπιγείῳ τὴν οὐράνιον, τῇ δὲ καταλυομένῃ τὴν αἰώνιον, τῇ δὲ ὑπ' ἀνθρώπων κατασκευαζομένῃ τὴν ἀχειροποίητον. βʹ. «Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες.» Οἰκητήριον ἐνταῦθα τὴν ἀφθαρσίαν ἐκάλεσεν· ἐξ οὐρανοῦ δὲ αὐτὴν εἴρηκεν, ἐπειδὴ ἐκεῖθεν ἡμῖν ἡ δωρεὰ καταπέμπεται. Οὐκ εἶπε δὲ, ἐνδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἐπειδὴ οὐχ ἕτερον ἐνδυόμεθα σῶμα, ἀλλὰ τὸ φθαρτὸν τοῦτο τὴν ἀφθαρσίαν ἐπενδύεται. γʹ. «Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα.» Πάντες μὲν γὰρ ἄνθρωποι τὸ τῆς ἀφθαρσίας ἔνδυμα περιβαλοῦνται, οὐχ ἅπαντες δὲ τῆς θείας μετασχήσουσι δόξης. Γυμνοὺς τοίνυν καλεῖ τοὺς τῆς δόξης γεγυμνωμένους, οἷς ἑαυτὸν συνέταξεν ὁ Ἀπόστολος, μετριάζειν καὶ Κορινθίους καὶ πάντας ἀνθρώπους διδάσκων. δʹ. «Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι.» Στενάζομεν δὲ, οὐκ ἀπαλλαγῆναι

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
