# Interpretatio in xiv epistulas sancti Pauli 82.41

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.41

ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.» Περὶ δὲ τούτων τῶν χρημάτων, καὶ ἐν τῇ προτέρᾳ τῇ πρὸς Κορινθίους φησὶν Ἐπιστολῇ· «Ἵνα μὴ ὅταν ἔλθω, τότε λογίαι γίνωνται· ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι' ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ· ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.» Μετὰ τούτων τῶν χρημάτων εἰς Ἱερουσαλὴμ ἀπαίρων, ἐν Μιλήτῳ τοῖς Ἐφεσίων ἔφη πρεσβυτέροις, ὅτι «Οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ.» Εὐθὺς γὰρ ἐν Ἱεροσολύμοις παρανόμων γραφεὶς, καὶ τὸν μέγιστον ἐκεῖνον κίνδυνον ὑπομείνας, διὰ μὲν τοῦ χιλιάρχου τῶν Ἰουδαϊκῶν ἀπηλλάγη χειρῶν· ἐφέσει δὲ χρησάμενος, ἐπὶ τοῦ Φήστου τὴν Ῥώμην κατέλαβεν. Ὅτι δὲ ἀπὸ Κορίνθου γέγραφε τὴν πρὸς Ῥωμαίους Ἐπιστολὴν, σαφῶς ἡμᾶς αὐτὸ διδάσκει τὸ τέλος. Πρῶτον μὲν γὰρ τὴν Φοίβην συνίστησι, διάκονον αὐτὴν εἶναι λέγων τῆς ἐν Κεγχρεαῖς ἐκκλησίας· Κορινθίων δὲ χωρίον αἱ Κεγχρεαί. Ἔπειτα δὲ καὶ ταῦτά φησιν· «Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου, καὶ τῆς Ἐκκλησίας ὅλης.» Ξένον δὲ τὸν ξενοδόχον καλεῖ. Ὅτι δὲ Κορίνθιος ἦν ὁ Γάϊος, ἐκ τῆς πρὸς Κορινθίους προτέρας καταμαθεῖν εὐπετές. Γράφει γὰρ οὕτως αὐτοῖς· «Εὐχαριστῶ τῷ Θεῷ μου, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον.» Ἐσχάτη τοίνυν ἀπὸ τῆς Ἀσίας, καὶ Μακεδονίας, καὶ Ἀχαΐας, ἡ πρὸς Ῥωμαίους ἐγράφη, καὶ τάξιν ἔχει τὴν ἑβδόμην, ὡς ἐκ τῶν ἀποστολικῶν γραμμάτων ἐδείξαμεν. Τὰς γὰρ δὴ ἄλλας ἀπὸ τῆς Ῥώμης ἐπέστειλε. Καὶ πρώτην μὲν ἡγοῦμαι τὴν πρὸς Γαλάτας γραφῆναι. Πρὸ γὰρ τῆς εἰς τὴν Μακεδονίαν ἀποδημίας, διῆλθεν εἰς τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν, κηρύττων τὸ Εὐαγγέλιον. Εἶτά τινα χρόνον ἐν τῇ Μακεδονίᾳ, καὶ τῇ Ἀχαΐᾳ, καὶ μέντοι καὶ τῇ Ἀσίᾳ διατρίψας, ἀπῆρε μὲν εἰς τὴν Ἰουδαίαν. Ἐκεῖθεν δὲ μετὰ τὴν Ἔφεσον τὴν Ῥώμην κατέλαβε· καὶ μαθὼν, ὥς τινες τὰ τῆς εὐσεβείας συνέχεον δόγματα, τὴν ἀπὸ τῶν γραμμάτων αὐτοῖς θεραπείαν προσήνεγκε. Καὶ Φιλιππησίοις μετὰ τούτους ἀπὸ τῆς Ῥώμης ἐπέστειλε, καὶ δηλοῖ τῆς Ἐπιστολῆς τὸ τέλος· «Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς οἱ ἐκ τῆς Καίσαρος οἰκίας.» Καὶ μέντοι καὶ Ἐφεσίοις, καὶ Κολασσαεῦσι, κατὰ τὸν αὐτὸν ἔγραψε χρόνον, ἑνὶ τῶν ἐπιστολῶν ἀμφοτέρων διακόνῳ χρησάμενος. Ἐν τῷ τέλει γὰρ ἑκατέρας φησίν· «Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.» Ἐν δέ γε τῇ πρὸς Κολασσαεῖς καὶ τοῦ Ὀνησίμου μέμνηται. «Σὺν Ὀνησίμῳ γὰρ, φησὶ, τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
